Ancient Greek · ~5 min
63 to 70
Strabo, Strabonis Geographiae Chrestomathia 63-2-70
Not analysed yet
Ὅτι ἐξ Ἐρεσσοῦ ἦσαν Φανίας τε καὶ Θεόφραστος, οἱ Ἀριστετελικοί· Τύρταμος δὲ πρὶν ὁ Θεόφραστες ἐκαλεῖτο, μετωνομάσθη δὲ ὑπὸ Ἀριστοτέλους οὕτως. Ὅτι Ἑλλάνικος ὁ συγγραφεὺς Λέσβιος ἦν. Ὅτι κατὰ τὸν πορθμὸν τὸν μεταξὺ Ἀσίας καὶ Λέσβου νησίδιά εἰσι μ΄, καλοῦνται δὲ συνθέτως Ἑκατόννησοι, ὡς Πελοπόννησος καὶ Μυόννησος καὶ Προκόννησος καὶ Ἁλόννησος, τὸν ν δισσὸν ἔχουσαι κατὰ συνήθειαν. Ὅτι Ἑκατόννησοι καλοῦνται, οἷον Ἀπολλῶννησοι· Ἕκατος γὰρ ὁ Ἀπόλλων. Ὅτι πρὸ τῆς Λέσβου ἐστὶ καὶ ἡ Πορδοσελήνη, πόλιν ἔχουσα ὁμώνυμον· διὰ δὲ τὸ δύσφημον τοῦ ὀνόματος Ποροσελήνην τινὲς αὐτὴν καλοῦσι, τὸ δὲ περὶ Πέργαμον Ἀσπόρδηνον ὄρος Ἀσπόρηνον, καὶ τὸ ἐν αὐτ τῷ ἱερὸν μητρὸς Ἀσπορηνῆς. Τί οὖν φήσομεν ἐπὶ τοῦ σαπέρδου καὶ πορδάλιος καὶ περδίκκα καὶ «σὺν πορδακοῖσιν »ἀντὶ τοῦ διαβρόχοις; Ὅτι ἐν Καταλόγῳ Ὅμηρος εἰκότως Λελέγων καὶ Κιλίκων καὶ Καυκώνων οὐκ ἐμνημόνευσε· διεφθάρησαν γὰρ ἤδη ὑπὸ Ἀχιλλέως ὅ τε Ἠετίων καὶ Μύνης καὶ Ἐπίστροφος καὶ οἱ λαοὶ αὐτῶν. Ὅτι ὁ τῶν Πελασγῶν ἄρχων Ἱππόθοος Αάριταν εἶχε πατρίδα τὴν ἐν Κύμῃ τῆς Αἰολίδος κειμένην· οἱ δὲ Πελασγοὶ ὑπὸ Αἰολέων ἐφθάρησαν. Ὅτι σκώπτεται εἰς ἀναισθησίαν ἡ Κύμη, ὡς μετὰ τ΄ ἔτη ἀποδομένη τῶν λιμένων τὰ τέλη, ὥσπερ τότε ᾐσθημένη, ὅτι παρὰ θάλασσαν οἵκοῖτο· πρότερον δ᾿ οὐκ ἐκαρποῦτο τήν πρόσοδον ταύτην.