Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΟΛΩΜ ΒΙΒΛΙΟΥ ΙΓ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 71-2
Not analysed yet
Ὅτι καὶ ἄλλη λέγεται αἰτία τοιαύτη τοῦ σκώμ. ματος, ὅτι δανεισάμενοί ποτε οἱ Κυμαῖοι δημοσία χρήματα τὰς στοὰς ὑπέθεντο, εἶτ᾿ οὐκ ἀποδιδόντες κατὰ τὴν ὡρισμένην ἡμέραν εἴργοντο τῶν περιπάτων· ὅτε μέντοι ὄμβρος εἴη, κατὰ αἰδῶ τινα κηρύττοιεν οἱ δανεισταὶ, κελεύοντες ὑπὸ τὰς στοὰς ὑπέρχεσθαι τοῦ δὴ κήρυκος οὕτω φθεγγομένου, ὑπὸ τὰς στοᾶς ὑπέλθετε, ἐκπεσεῖν λόγον, ὡς Κυμαίων οὐκ αἰσθανομένων, ὡς ἐν τοῖς ὄμβροις ὑπὸ τὰς στοὰς ὑπελθετέον, ἔν μή σημάνῃ τις αὐτοῖς διὰ κηρύγματος. Κυμαῖος δὲ ἦν Ἡσίοδός τε καὶ Ἔφορος, ὁ Ἰσοκράτους γνώριμος, ὁ τὰς ἱστορίας γράψας. Κύμη δὲ ὠνόμασται ἀπό τινος Ἀμαζόνος, ὡς ἡ Μυρίνη καὶ ἡ Μυτιλήνη.