Ancient Greek · ~9 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΟΛΩΜ ΒΙΒΛΙΟΥ ΙΓ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 72
Not analysed yet
Ὅτι τὸ Πέργαμον ἡ πόλις γαζοφυλάκιον ἦν Λυσιμάχου τοῦ Ἀγαθοκλέους, ἑνὸς τῶν Ἀλεξάνδρου διαδόχων. Ἐπεπίστευτο δὲ τὴν φυλακήν τῶν χρημάτων (ἦν δὲ τάλαντα θ) Φιλέταιρος, ἀνὴρ Τιανὸς, θλιβίας ἐκ παιδὸς, ἐν τινι ὄχλῳ ἀποληφθεὶς μετὰ τῆς τροφοῦ καὶ διὰ τοῦτο εὐνοῦχος. Τέως μὶν οὖν εὔνους ἦν Αυσιμάχῳ, διενεχθεὶς δὲ πρὸς Ἀρσινόην τὴν γυναῖκα αὐτοῦ ἀπέστη, ὁρῶν νεωτερισμοὺς πολλούς. Ὅ τε γὰρ Λυσίμαχος, κακοῖς οἰκείοις περιπεσών, ἠναγκάσθη τὸν υἱὸν ἀνελεῖν Ἀγαθοκλέα. Σέλευκος δ᾿ ἐπελθών ὁ Νικάτωρ ἐκεῖνόν τε κατέλυσε καὶ αὐτὸς κατελύθη, δολοφονηθεὶς ὑπὸ Πτολεμαίου τοῦ Κεραυνοῦ. Ὁ δὲ Φιλέταιρος διήρκεσεν ἔτη κ΄, κύριος ὢν τοῦ τε ἐρύματος καὶ τῶν χρημάτων, καὶ διεγένετο μένων ἐπὶ τοῦ ἐρύματος καὶ πολιτευόμενος δι᾿ ὑποσχέσεων καὶ τῆς ἄλλης θεραπείας ἀεὶ πρὸς τὸν ἰσχύοντα καὶ ἐγγὺς παρόντα. Τούτῳ ἦσαν δύο ἀδελφοῖ, Εὐμένης τε καὶ Ἄτταλος ἐκ μὲν οὖν τοῦ πρεσβυτέρου Εὐμένους γίνεται παῖς Εὐμένης, ὃς καὶ διεδέξατο τὸ τοῦ Περγάμου κράτος καὶ ἦν ἤδη δυνάστης τῶν κύκλω χωρίων, ὥστε καὶ περὶ Σάρδεις ἐνίκησε μάχῃ συμβάλλων Ἀντίοχον τὸν Σελεύκου· κβ δὲ ἔτη ἄρξας ἐτελεύτα. Ἐκ δὲ Ἀπτάλιυ καὶ Ἀντιοχίδος γεγονὼς Ἄτταλος διεδέξατο τὴν ἀρχήν· ὅς καὶ πρῶτος βασιλεὺς ἀνηγόρευτο, νικήσας Γαλάτας μάχῃ μεγάλῃ. Οὗτος δὲ καὶ Ῥωμαίοις κατέστη φίλος καὶ συνεπολέμησε πρὸς Φίλιππον μετὰ τοῦ Ῥοδίων ναυτικοῦ· ὃς βασιλεύσας ἔτη μγ΄ κατέλιπε δ΄ υἱοὺς, Εὐμένην, Ἄτταλον, Φιλέταιρον, Ἀθήναιον. Οἱ μάν οὖν νεώτεροι διετέλεσαν ἰδιῶται, Εὐμένης δʼ ἄρξας συνεπολέμησε Ῥωμαίου πρός τε Ἀντίοχον τὸν μέγαν καὶ πρὸς Περσέα, καὶ ἔλαβε παρὰ τῶν Ῥωμαίων ἅπασαν τὴν ὑπ᾿ Ἀντιόχῳ γῆν τὴν ἐντὸς Ταύρου πρότερον δ᾿ ὀλίγης ἦρχε γῆς. Οὗτος ἐπὶ πλεῖστον ηυξησε τήν ἀρχήν κτίσμασι καὶ ἀναθήμασι καὶ βιβλιοθήκαις· ὃς ἔτη βασιλεύσας μθ᾿ κατέλιτε διάδοχον τὸν υἱὸν Ἄτταλον, παῖδα ἔτι ὄντα, καὶ τούτου ἐπίτροπον Ἄτταλον, τὸν ἴδιον ἀδελφόν· ὃς ἔρξας ὡς ἐπίτροπος ἔτη κα΄ γέρων ἐτελεύτα, κατορθώσας πολλά. Καὶ γὰρ Δημήτριον τὸν Σελεύκου συγκατεπολέμησεν Ἀλεξάνδρῳ τῶ Ἀντιόχου καὶ συνεμάχησε Ῥωμαίον ἰπὶ τὸν Ψευδοφίλιππον· ἐχειρώσταο δὲ καὶ Δηίγυλν τὸν Καινῶν βασιλέα, στρατεύσας εἰς τὴν Θράκην· ἀνεῖλε δὲ καὶ Προυσίαν, ἐπισυστήσας αὐτῶ Νικομήδη τὸν υἱόν. Ὁ δʼ ἐπιτροπευθεὶς Ἄτταλος, ἄρξας ἔτη ε καὶ κληθεὶς Φιλομήτωρ, ἐτελεύτα νόσῳ, καταλιπὼν κληρονόμους Ῥωμαίους οἱ δὲ ἐπαρχίαν ἀπέδειξαν τὴν χωραν, Ασίαν προσαγορεύσαντες ὁμώνυμον τῇ ἠπείρῳ.