Ancient Greek
73 to 76
Strabo, Strabonis Geographiae Chrestomathia 73-76
Not analysed yet
Ὅτι ὁ κάϊκος ποταμὸς παραρρεῖ τὸ Πέργαμον διὰ τοῦ Καΐκου πεδίου εὐδαίμονος. Ὅτι ἐκ τοῦ Τμώλου ῥεῖ ὁ Πακτωλὸς ποταμὸς, ἔχων ψῆγμα χρυσοῦ, ὅπερ νῦν ἐκλέλοιπε τὸ ψῆγμα. καὶ ἐμβάλλει εἰς τὸν Ἕρμον ποταμὸν, εἰς ὃν καὶ ὁ Ὕλλος ποταμὸς ἐμβάλλει, Φρύγιος νῦν καλούμενος. Ὅτι ἡ παρ᾿ Ὁμήρῳ Γυγαία λίμνη ὕστερον Κολόη μετωνομάσθη. Ὅτι τοὺς Ἀρίμους τινές μὲν ἐν Λυδίᾳ φασὶ γενέσθαι, οἱ δ᾿ ἐν Κιλικία, τινὲς δ᾿ ἐν Συρία, οἱ δ᾿ ἐν Πιθηκούσσαις, ἔνθα καὶ τὸν Τυφωέα γενέσθαι· «εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος . »