Ancient Greek · ~4 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΟΛΩΜ ΒΙΒΛΙΟΥ ΙΓ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 77-2
Not analysed yet
Ὅτι ἐν Ἱεραπόλει ἐστὶ τά τε θερμὰ ὕδατα καὶ τὸ Πλουτώνιον, ἄμφω παραδοξολογίαν τινὰ ἔχοντα. Τὸ μὲν γὰρ ὕδωρ οὔτως ῥᾳδίως εἰς πῶρον μεταβάλλει πηττόμενον, ὥστε ὀχετοὺς ἐπάγοντες φραγμοὺς ὑπεργάζονται μονολίθους· τὸ δὲ Πλουτώνιον ὑπ᾿ ὀφρύϊ μικρᾷ τῆς ὑπερκειμένης ὀρεινῆς στόμιόν ἐστι σύμμετρον, ὅσον ἄνθρωπον δέξασθαι δυνάμενον, βαθυνόμενον ἐπὶ πολύ. Πρόκειται δὲ τούτου δρυφάκτωμα τετράγωνον, ὅσον ἡμιπλέθρου τὴν περίμετρον· τοῦτο δέ πλῆρές ἐστιν ὁμιχλώδους παχείας ἀχλύος, ὥστε μόγις τοὔδαφος καθορᾶν. Τοῖς μὲν οὖν κύκλῳ πλησιάζουσι πρὸς τὸν δρύφακτον ἄλυπός ἐστιν ὁ ἀὴρ, καθαρεύων ἐκείνηςχρῆμα τῆς ἀχλύος ἐν ταῖς νηνεμίαις· συμμένει γὰρ ἐντὸς τοῦ περιβόλου. Τῷ δ᾿ εἴσω παριόντι ζῴῳ θάνατος παραἀπαντᾷ· ταῦροι γοῦν εἰσαχθέντες πίπτουσι καὶ ἐξέλκονται νεκροί· ἡμεῖς δὲ στρουθία ἐπέμψαμεν, καὶ ἔπεσον εὐθὺς ἐκπνεύσαντα. Οἱ δʼ ἀπόκοποι Γάλλοι παρίασιν ἀπαθεῖς, ὥστε καὶ μέχρι τοῦ στομίου πλησιάζειν καὶ ἐγκύπτειν καὶ καταδύνειν μέχρι ποσοῦ, συνέχοντες ὡς ἐπὶ τὸ πολὺ τὸ πνεῦμα· ἑωρῶμεν γὰρ ἐκ τῆς ὄψεως ὡς ἂν πνιγώδους τινὸς πάθους ἔμφασιν, εἴτ᾿ πάντων οὕτω πεπηρωμένων εἴτε μόνων τῶν περὶ τὸ ἱερὸν, καὶ εἴτε θείᾳ προνοίᾳ, καθάπερ ἐπὶ τῶν ἐνθουσιασμῶν εἰκὸς, εἴτε ἀντιδότοις τισὶ δυνάμεσι τούτου συμβαίνοντος.