Ancient Greek
784.8
Synesius Phil., Epistulae 784.8
Unproofread scanNot analysed yet
πάλαι ποτ᾽ ἦσαν ἀλκιμοὶ Μιλήσιοι. ἤν ὅτε κάγω φίλοις ὠφελος ἤν, καὶ σὺ με ἐκάλεἰς ἀλλότριον ἀγαθὸν εἰς ἑτέρους δαπανῶντα τὴν παρὰ τῶν μέγα δυναμένων αἰδῶ, καὶ ἦσαν ἐκεῖνοι χεῖρες ἐμαί. νυνὶ δὲ ἀπάντων ἔρημος ὑπολείπομαι, πλὴν εἰ τι σὺ δύνη· καὶ γὰρ δὴ καὶ σὲ μετὰ τῆς ἀρετῆς ἀγαθὸν ἀσυλον ἀριθμῶ. σὺ μὲν οὖν δεῖ καὶ δύνη καὶ δύνατο κάλλιστα χρῶμεθαι τῷ δύνασθαι, Νίκαἰος δὲ καὶ Φιλόλαος οἱ καλοὶ κάγαθοὶ νεανίαι καὶ συγγενεῖς, ὅπως ἐπανέλθοιεν τῶν ἰδίων γενόμενοι κύριοι, πᾶσι μελέτω τοῖς τὰ σὰ τιμῶσι καὶ ἰδιώταις καὶ ἄρχουσι.