Ancient Greek
785.1 to 785.13
Synesius Phil., Epistulae 785.1-13
Unproofread scanNot analysed yet
πβ'. Τῷ ἀδελφῷ. Ἐπιστολὴν ἐπέθηκα τῷ θαυμαστῷ Γεροντίῳ πρὸς τὴν ἱερὰν σου καὶ τριπόδηνον κεφαλήν, τῆς πρώτης ἐντεύξεως παρέξουσαν πρόφασιν. τότε μὲν γὰρ αὐτὸν ἴσως δι' ἐμὲ τιμήσεις, μετὰ δὲ τὴν πείραν ἑτέρων τινα δι' αὐτόν. πη'. Τῷ αὐτῷ. (230) Ὦ δέδωκα τὴν ἐπιστολήν, ταμίας ἐστὶ καὶ σιτοδότης τοῦ Δαλματῶν τάγματος. πάντας δ' ἐγὼ τοὺς Δαλμάτας ἴσα καὶ τοὺς υἱέας φιλῶ· ὅμως γὰρ εἰσι τῆς λαχούσης με πόλεως. μόνα ἤν ταῦτα πρὸς σὲ μηνύσαι, σὸν δὲ τοῖς ἐμοῖς ὡς σαυτοῦ χρήσασθαι. πθ'. Πυλαμένει. Ἡρινὰς ἀπὸ Θράκης ἐπιστολὰς κοιμισάμενος ἤνώ- Τίνα μέντοι τίνα παρὰ τῶν σῶς αὐτὸς εἶ (229) προσήκει θαυμάζεσθαι; τὸν σώφρονα, τὸν ἐμμελῆ, τὴν παιδείας ἑταῖρον, τὸν προσανέγοντα τῷ θεῷ καθάπαξ, τὸν οὗς ἐστι Γερόντιος. ἔχεις οὖν τὸν ἄνδρα μετὰ τῆς ἐπιστολῆς, ᾧ χρησάμενος ἔρεις οὐ φαῦλον ἐπαινέτην ἐμέ.