Ancient Greek · ~9 min
Chapter 10
Testamentum Abrahae, The Testament of Abraham Recension A 10
Not analysed yet
X. καὶ κατελθών ὁ ἀρχάγγελος Μιχαὴλ ἔλαβεν τὸν Ἁβραὰμ ἐπὶ ἅρματος χερουβικοῦ καὶ ὕψωσεν αὐτὸν εἰς τὸν αἰθέρα τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὸν ἐπὶ τῆς νεφέλης καὶ ἑξήκοντα ἀγγέλους καὶ ἀνήρχετο ὁ Ἁβραὰμ ἐπὶ ὀχήματος ἐφʼ ὅλην τὴν οἰκουμένην· καὶ θεωρεῖ Ἁβραάμ τὸν κόσμον καθὼς εἶχεν ἡ ἡμέρα ἐκείνη, ἄλλους μὲν ἀροτριῶντας, ἑτέρους ἁμαξηγοῦντας, ἐν ἄλλῳ δὲ τόπῳ ποιμαινεύοντας, ἀλλαχοῦ ἀγραυλοῦντας, καὶ ὀρχουμένους καὶ παίζοντας καὶ κιθαρίζοντας, ἐν ἄλλῳ δὲ τόπῳ παλαίοντας καὶ δικαζομένους, ἀλλαχοῦ κλαίοντας, ἔπειτα καὶ τεθνεῶτας ἐν μνήματι ἀγομένους· εἶδεν δὲ καὶ νεονύμφους ὀψικευομένους· καὶ ἀπλῶς εἰπεῖν, εἶδεν πάντα τὰ ἐν κόσμῳ γινόμενα, ἀγαθά τε καὶ πονηρά. διερχόμενος οὖν ὁ Ἁβραὰμ εἶδεν ἄνδρας ξιφηφόρους, ἐν ταῖς χερσὶν αὐτῶν κρατοῦντας ξίφη ἠκονημένα, καὶ ἠρώτησεν Ἁβραὰμ τὸν ἀρχιστράτηγον· Τίνες εἰσιν οὗτοι; καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Οὗτοί εἰσιν κλέπται, οἱ βουλόμενοι φόνον ἐργάζεσθαι καὶ κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι. εἶπεν δὲ Ἁβραάμ· Κύριε, κύριε, εἰσάκουσον τῆς φωνῆς μου καὶ κέλευσον ἵνα ἐξέλθωσιν θηρία ἐκ τοῦ δρυμοῦ καὶ καταφάγωσιν αὐτούς. καὶ ἅμα τῷ λόγῳ αὐτοῦ ἐξῆλθον θηρία ἐκ τοῦ δρυμοῦ καὶ κατέφαγον αὐτούς· καὶ εἶδεν εἰς ἕτερον τόπον ἄνδρα μετὰ γυναικός εἰς ἀλλήλους πορνεύοντας, καὶ εἶπεν· Κύριε, κύριε, κέλευσον ὅπως χάνῃ ἡ γῆ καὶ καταπίῃ αὐτούς. καὶ εὐθὺς ἐδιχάσθη ἡ γῆ καὶ κατέπιεν αὐτούς· καὶ εἶδεν εἰς ἕτερον τόπον ἀνθρώπους διορύσσοντας οἶκον καὶ ἁρπάζοντας ἀλλότρια πράγματα, καὶ εἶπεν· Κύριε, κύριε, κέλευσον ἵνα κατέλθῃ πῦρ ἐξ οὐρανοῦ καὶ καταφάγῃ αὐτούς. καὶ ἅμα τῷ λόγῳ αὐτοῦ κατῆλθεν πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς. καὶ εὐθέως ἦλθεν φωνὴ ἐκ τοῦ οὐρανοῦ πρὸς τὸν ἀρχιστράτηγον, λέγων οὕτως· Κέλευσον, ὦ Μιχαὴλ ἀρχιστράτηγε, στῆναι τὸ ἅρμα, καὶ ἀπόστρεψον τὸν Ἁβραάμ, ἵνα μὴ ἴδῃ πᾶσαν τὴν οἰκουμένην· ἢν γὰρ ἴδῃ πάντας τοὺς ἐν ἁμαρτίᾳ διάγοντας, ἀπολέσει πᾶν τὸ ἀνάστημα· ἰδοὺ γὰρ ὁ Ἁβραὰμ οὐχ ἥμαρτεν, καὶ τοὺς ἁμαρτωλοὺς οὐκ ἐλεᾷ· ἐγὼ δὲ ἐποίησα τὸν κόσμον, καὶ οὐ θέλω ἀπολέσαι ἐξ αὐτῶν οὐδένα, ἀναμένω δὲ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἕως τοῦ ἐπιστρεψαι καὶ ζῇν αὐτόν· ἀνάγαγε δὲ τὸν Ἁβραάμ ἐν τῇ πρώτῃ πύλῃ τοῦ οὐρανοῦ, ὅπως θεάσηται ἐκεῖ τὰς κρίσεις καὶ ἀνταποδόσεις, καὶ μετανοήσῃ ἐπὶ τὰς ψυχὰς τῶν ἁμαρτωλῶν ἃς ἀπάλεσεν.