Ancient Greek · ~7 min
Chapter 9
Testamentum Abrahae, The Testament of Abraham Recension A 9
Not analysed yet
IX. λαβὼν δὲ ὁ ἀρχιστράτηγος τὰς παραινέσεις τοῦ κυρίου κατῆλθεν πρὸς τὸν Ἁβραάμ· καὶ ἰδὼν αὐτὸν ὁ δίκαιος ἔπεσεν ἐπὶ πρόσωπον εἰς τὸ ἔδαφος τῆς γῆς ὡς νεκρὸς, ὁ δὲ ἀρχιστράτηγος εἶπεν αὐτῷ πάντα ὅσα ἤκουσεν παρὰ τοῦ ὑψίστου· τότε οὖν ὁ ὅσιος καὶ δίκαιος Ἁβραὰμ ἀναστὰς μετὰ πολλῶν δακρύων προσέπεσεν τοῖς ποσὶν τοῦ ἀσωμάτου καὶ ἱκέτευεν λέγων· Δέομαί σου, ἀρχιστράτηγε τῶν ἄνω δυνάμεων, ἐπειδὴ κατηξίωσας ὅλως αὐτὸς πρὸς ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν σου καθεκάστην ἔρχεσθαι, παρακαλῶ σε καὶ νῦν, ἀρχιστράτηγε, τοῦ διακονῆσαί μοι λόγον ἔτι ἅπαξ πρὸς τὸν ὕψιστον, καὶ ἐρεῖς αὐτῷ ὅτι Τάδε λέγει Ἁβραὰμ ὁ οἰκέτης σου ὅτι Κύριε, κύριε, ἐν παντὶ ἔργῳ καὶ λόγῳ ὃ ᾐτησάμην σε εἰσήκουσάς μου, καὶ πάσαν τὴν βουλήν μου ἐπλήροσας· καὶ νῦν, κύριε, οὐκ ἀνθίσταμαι τὸ σὸν κράτος, ὅτι κἀγὼ γινώσκω ὅτι οὐκ εἰμὶ ἀθάνατος ἀλλὰ θνητός· ἐπειδὴ οὖν τῇ σῇ προστάξει πάντα ὑπείκει καὶ φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, κἀγὼ δέδοικα, ἀλλὰ μίαν αἴτησιν αἰτοῦμαι παρά σου· καὶ νῦν, δέσποτα κύριε, εἰσάκουσόν μου τῆς δεήσεως, ὅτι ἔτι ἐν τούτῳ τῷ σώματι ὢν θέλω ἰδεῖν πᾶσαν τὴν οἰκουμένην καὶ τὰ ποιήματα πάντα ἃ διὰ λόγου ἑνὸς συνέστησας, δέσποτα, καὶ ὅτε ἴδω ταῦτα, τότε ἐὰν μεταβῶ τοῦ βίου ἄλυπος ἔσομαι. ἀπῆλθεν οὖν πάλιν ὁ ἀρχιστράτηγος καὶ ἔστη ἐνώπιον τοῦ θεοῦ καὶ ἀνήγγειλεν αὐτῷ πάντα, λέγων· Τάδε λέγει ὁ φίλος σου Ἁβραὰμ, ὅτι Ἤθελον θεάσασθαι πάσαν τὴν οἰκουμένην ἐν τῇ ζωῇ μου, πρὸ τοῦ ἀποθανεῖν με. ἀκούσας δὲ ταῦτα ὁ ὕψιστος, πάλιν κελεύει τὸν ἀρχιστράτηγον Μιχαὴλ καὶ λέγει αὐτῷ· Λάβε νεφέλην φωτὸς, καὶ ἀγγέλους τοὺς ἐπὶ τῶν ἀρμάτων τὴν ἐξουσίαν ἔχοντας, καὶ κατελθών λάβε τὸν δίκαιον Ἁβραὰμ ἐπὶ ἅρματος χερουβικοῦ καὶ ὕψωσον αὐτὸν εἰς τὸν αἰθέρα τοῦ οὐρανοῦ ὅπως ἴδῃ πᾶσαν τὴν οἰκουμένην.