Ancient Greek · ~10 min
Chapter 11
Testamentum Abrahae, The Testament of Abraham Recension A 11
Not analysed yet
XI. ἔστρεψεν δὲ ὁ Μιχαὴλ τὸ ἅρμα καὶ ἤνεγκε τὸν Ἁβραὰμ ἐπὶ τὴν ἀνατολὴν ἐν τῇ πύλῃ τῇ πρώτῃ τοῦ οὐρανοῦ. καὶ εἶδεν Ἁβραὰμ δύο ὁδούς· ἡ μία ὁδὸς στενὴ καὶ τεθλιμμένη καὶ ἡ ἑτέρα πλατεῖα καὶ εὐρύχορος καὶ εἶδεν ἐκεῖ δύο πύλας· μία πύλη πλατεῖα, κατὰ τῆς πλατείας ὁδοῦ, καὶ μία πύλη στεν κατὰ τῆς στενῆς ὁδοῦ· ἔξωθεν δὲ τῶν πυλῶν τῶν ἐκεῖσε τῶν δύο, ἴδον ἄνδρα καθήμενον ἐπὶ θρόνου κεχρυσωμένου· καὶ ἦν ἡ ἰδέα τοῦ ἀνθρώπου ἐκείνου φοβερὰ, ὁμοία τοῦ δεσπότου· καὶ ἴδον ψυχὰς πολλάς ἐλαυνομένας ὑπὸ ἀγγέλων καὶ διὰ τῆς πλατείας πύλης εἰσαγομένας, καὶ ἴδον ἄλλας ψυχὰς ὀλίγας καὶ ἐφέροντο ὑπὸ ἀγγέλων διὰ τῆς στενῆς πύλης. καὶ ὅτε ἐθεώρει ὁ θαυμάσιος ὁ ἐπὶ τοῦ χρυσοῦ θρόνου καθήμενος διὰ τῆς στενῆς πύλης ὀλίγας εἰσερχομένας, διὰ δὲ τῆς πλατείας πολλὰς εἰσερχομένας, εὐθὺς ὁ ἀνὴρ ἐκεῖνος ὁ θαυμάσιος ἥρπαξεν τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ καὶ τὰς παρειὰς τοῦ πώγωνος αὐτοῦ καὶ ἔρριψεν ἑαυτὸν χαμαὶ ἀπὸ τοῦ θρόνου κλαίων καὶ ὀδυρόμενος· καὶ ὅτε ἐθεώρει πολλὰς ψυχὰς εἰσερχομένας διὰ τῆς στενῆς πύλης, τότε ἀνίστατο ἀπὸ τῆς γῆς καὶ ἐκαθέζετο ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν εὐφροσύνῃ πολλῇ χαίρων καὶ ἀγαλλόμενος. ἠρώτησεν δὲ ὁ Ἁβραάμ τὸν ἀρχιστράτηγον· Κύριέ μου ἀρχιστράτηγε, τίς ἐστιν οὗτος ὁ ἀνὴρ ὁ πανθαύμαστος, ὁ ἐν τοιαύτῃ δόξῃ κοσμούμενος, καὶ ποτὲ μὲν κλαίει καὶ ὀδύρεται, ποτὲ δὲ χαίρεται καὶ ἀγάλλεται; εἶπεν δὲ ὁ ἀσώματος· Οὗτός ἐστιν ὁ πρωτόπλαστος Ἀδὰμ, ὁ ἐν τοιαύτῃ δόξῃ, καὶ βλέπει τὸν κόσμον, καθότι πάντες ἐξ αὐτοῦ ἐγένοντο· καὶ ὅτε ἴδῃ ψυχάς πολλάς εἰσερχομένας διὰ τῆς στενῆς πύλης, τότε ἀνίσταται καὶ κάθηται ἐπὶ τοῦ θρόνου αὐτοῦ χαίρων καὶ ἀγαλλόμενος ἐν εὐφροσύνῃ, ὅτι αὕτη ἡ πύλη ἡ στενὴ τῶν δικαίων ἐστὶν, ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ οἱ εἰσερχόμενοι διʼ αὐτῆς εἰς τὸν παράδεισον ἔρχοιται· καὶ διὰ τοῦτο χαίρει ὁ πρωτόπλαστος Ἀδὰμ, διότι θεωρεῖ τὰς ψυχὰς σωζομένας· καὶ ὅταν ἴδῃ ψυχὰς πολλὰς εἰσερχομένας διὰ τῆς πλατείας πύλης, τότε ἀνασπᾷ τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ καὶ ῥίπτει ἑαυτὸν χαμαὶ κλαίων καὶ ὀδυρόμενος πικρῶς· διότι ἡ πύλη ἡ πλατεῖα τῶν ἁμαρτωλῶν ἐστὶν, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ εἰς τὴν κόλασιν τὴν αἰώνιον· καὶ διὰ τοῦτο ὁ πρωτόπλαστος Ἀδὰμ ἀπὸ τοῦ θρόνου αὐτοῦ πίπτει κλαίων καὶ ὀδυρόμενος ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἁμαρτωλῶν, διότι πολλοί εἰσιν οἱ ἀπολλύμενοι, ὀλίγοι δὲ οἱ σωζόμενοι· εἰς γὰρ τὰς ἑπτὰ χιλιάδας μόλις εὑρίσκεται μία ψυχὴ σωζομένη δικαία καὶ ἀμόλυντος.