Ancient Greek · ~8 min
Chapter 12
Testamentum Abrahae, The Testament of Abraham Recension A 12
Not analysed yet
XII. ἔτι δὲ ἐμοὶ ταῦτα λαλοῦντος ἰδοὺ δύο ἄγγελοι πύρινοι τῇ ὄψει καὶ ἀνηλεεῖς τῇ γνώμῃ καὶ ἀπότομοι τῷ βλέμματι, καὶ ἤλαυνον μυριάδας ψυχὰς ἀνηλέως τύπτοντες αὐτοὺς ἐν πυρίναις χαρζαναῖς· καὶ μίαν ψυχὴν ἐκράτει ὁ ἄγγελος· καὶ διήγαγον πάσας τὰς ψυχὰς εἰς τὴν πλατεῖαν πύλην πρὸς τὴν ἀπώλειαν· ἠκολουθήσαμεν οὖν καὶ ἡμεῖς τοῖς ἀγγέλοις καὶ ἤλθομεν ἔσωθεν τῆς πύλης ἐκείνης τῆς πλατείας· καὶ ἐν μέσῳ τῶν δύο πυλῶν ἵστατο θρόνος φοβερὸς ἐν εἴδει κρυστάλλου φοβεροῦ ἐξαστράπτων ὡς πῦρ. καὶ ἐπʼ αὐτῷ ἐκάθητο ἀνὴρ θαύμαστος ἡλιόρατος ὅμοιος υἱῷ θεοῦ. ἔμπροσθεν δὲ αὐτοῦ ἵστατο τράπεζα κρυσταλλοειδὴς ὅλος διὰ χρυσοῦ καὶ βύσσου· ἐπάνω δὲ τῆς τραπέζης ἦν βιβλίον κείμενον, τὸ πάχος αὐτοῦ πηχέων ἓξ, τὸ δὲ πλάτος αὐτοῦ πηχέων δέκα· ἐκ δεξιῶν δὲ αὐτῆς καὶ ἐξ ἀριστερῶν ἵσταντο δύο ἄγγελοι κρατοῦντες χάρτην καὶ μέλανα καὶ κάλαμον. πρὸ προσώπου δὲ τῆς τραπέζης ἐκάθητο ἄγγγελος φωτοφόρος, κρατῶν ἐν τῇ χειρὶ αὐτοῦ ζυγόν· ἐξ ἀριστερῶν δὲ ἐκάθητο ἄγγελος πύρινος ὅλος ἀνιλέως καὶ ἀπότομος ἐν τῇ χειρὶ αὐτοῦ κρατῶν σάλπιγγα ἔνδον αὐτῆς κατέχων πῦρ παμφάγον δοκιμαστήριον τῶν ἁμαρτωλῶν. καὶ ὁ μὲν ἀνὴρ ὁ θαυμάσιος ὁ καθήμενος ἐπὶ τοῦ θρόνου, αὐτὸς ἔκρινεν καὶ ἀπεφῄνατο τὰς ψυχάς· οἱ δὲ δύο ἄγγελοι οἱ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἀπεγράφοντο· ὁ μὲν ἐκ δεξιῶν ἀπεγράφετο τὰς δικαιοσύνας, ὁ δὲ ἐξ ἀριστερῶν τὰς ἁμαρτίας· καὶ ὁ μὲν πρὸ προσώπου τῆς τραπέζης, ὁ τὸν ζυγὸν κατέχων, ἐζυγίαζεν τὰς ψυχάς· καὶ ὁ πύρινος ἄγγελος, ὁ τὸ πῦρ κατέχων, ἐδοκίμαζεν τὰς ψυχάς. καὶ ἠρώτησεν Ἁβραὰμ τὸν ἀρχιστράτηγον Μιχαήλ· Τί ἐστιν ταῦτα ἃ θεωροῦμεν ἡμεῖς; καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Ταῦτα ἅπερ βλέπεις, ὅσιε Ἁβραὰμ, ἔστιν ἡ κρίσις καὶ ἀνταπόδοσις. καὶ ἰδοὺ ὁ ἄγγελος ὁ κρατῶν τὴν ψυχὴν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἤνεγκεν αὐτὴν ἔμπροσθεν τοῦ κριτοῦ. καὶ εἶπεν ὁ κριτὴς ἕνα τῶν ἀγγέλων τῶν καθυπουργούντον αὐτῷ· Ἄνοιξόν μοι τὴν βίβλον ταύτην καὶ εὑρέ μοι τὰς ἁμαρτίας τῆς ψυχῆς ταύτης. καὶ ἀνοίξας τὴν βίβλον εὗρεν αὐτῆς ζυγίας τὰς ἁμαρτίας καὶ τὰς δικαιοσύνας ἐξ ἴσου, καὶ οὔτε τοῖς βασανισταῖς ἐξέδωκεν αὐτὴν οὔτε τοῖς σωζομένοις, ἀλλʼ ἔστησεν αὐτὴν εἰς τὸ μέσον.