Ancient Greek · ~8 min
Chapter 5
Testamentum Abrahae, The Testament of Abraham Recension A 5
Not analysed yet
V. τότε ὁ ἀρχιστράτηγος κατῆλθεν εἰς τὸν οἶκον τοῦ Ἁβραὰμ καὶ ἐκαθέσθη μετʼ αὐτοῦ ἐν τῇ τραπέζῃ, Ἰσαὰκ δὲ ὑπηρέτει αὐτοῖς· τελεσθέντος δὲ τοῦ δείπνου ἐποίησεν Ἁβραὰμ τὴν κατὰ ἔθος εὐχὴν, καὶ ὁ ἀρχάγγελος ηὔχετο μετʼ αὐτοῦ, καὶ ἀνεπαύσαντο ἕκαστος εἰς τὴν κλίνην αὐτοῦ. εἷπεν δὲ Ἰσαὰκ πρὸς τὸν πατέρα αὐτοῦ· Πάτερ, ἤθελα κἀγὼ ἀναπαῆναι μεθʼ ὑμῶν ἐν τῷ τρικλίνῳ τούτῳ, ἵνα ἀκούσω κἀγὼ τὰ διαλεγόμενα ὑμῶν· ἀγαπῶ γὰρ ἀκούειν τὴν διαφορὰν τῆς ὁμιλίας τοῦ παναρέτου ἀνδρὸς τούτου. εἶπεν δὲ Ἁβραάμ· Οὐχὶ, τέκνον, ἀλλὰ ἄπελθε ἐν τῷ σῷ τρικλίνῳ καὶ ἀναπαύσαι ἐν τῇ κλίνῃ σου, ἵνα μὴ γινώμεθα ἐπιβαρεῖς τῷ ἀνθρώπῳ τούτῳ. τότε Ἰσαὰκ λαβὼν τὴν εὐχὴν παρʼ αὐτῶν, καὶ εὐλογήσας, ἀπῆλθεν ἐν τῷ ἰδίῳ τρικλίνῳ καὶ ἀνέπεσεν ἐπὶ τὴν κλινὴν αὐτοῦ· ἔρριψεν δὲ ὁ θεὸς τὴν μνήμην τοῦ θανάτου εἰς τὴν καρδίαν τοῦ Ἰσαὰκ ὡς ἐν ὀνείροις· καὶ περὶ ὥραν τρίτην τῆς νυκτὸς διυπνισθεὶς Ἰσαὰκ ἀνέστη ἀπὸ τῆς κλίνης αὐτοῦ καὶ ἦλθεν δρομαίως ἕως τοῦ τρικλίνου ἔνθα ὁ πατὴρ αὐτοῦ ἦν κοιμώμενος μετὰ τοῦ ἀρχαγγέλου. φθάσας οὖν Ἰσαὰκ πρὸς τὴν θύραν ἔκραζεν λέγων· Πάτερ Ἁβραὰμ, ἀναστὰς ἄνοιξόν μοι ταχέως, ὅπως εἰσέλθω καὶ κρεμασθῶ ἐν τῷ τραχήλῳ σου καὶ ἀσπάσωμαί σε πρὶν ἤ σε ἀροῦσιν ἀπʼ ἐμοῦ. ἀναστὰς οὖν Ἁβραὰμ ἤνοιξεν αὐτῷ· εἰσελθὼν δὲ Ἰσαὰκ ἐκρεμάσθη ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἤρξατο κλαίειν φωνῇ μεγάλῃ. συγκινηθεὶς οὖν τὰ σπλάγχνα ὁ Ἁβραὰμ ἔκλαυσεν καὶ αὐτὸς μετʼ αὐτοῦ φωνῇ μεγάλῃ· ἰδὼν δὲ ὁ ἀρχιστράτηγος αὐτοὺς κλαίοντας, ἔκλαυσεν καὶ αὐτός· Σάρρα δὲ ὑπάρχουσα ἐν τῇ σκηνῇ αὐτῆς ἤκουσεν τοῦ κλαυθμοῦ αὐτῶν καὶ ἠλθεν δρομαία ἐπʼ αὐτοὺς, καὶ εὖρεν αὐτοὺς περιπλακομένους καὶ κλαίοντας· καὶ εἶπεν Σάρρα μετὰ κλαυθμοῦ· Κύριέ μου Ἁβραὰμ, τί ἐστιν τοῦτο ὅτι κλαίετε; ἀνάγγειλόν μοι, κύριέ μου, μὴ οὗτος ὁ ἀδελφὸς ὁ ἐπιξενισθεὶς ἡμῖν σήμερον φάσιν ἤνεγκέν σοι περὶ τοῦ ἀδελφιδοῦ σου Λὼτ, ὅτι ἀπέθανεν, καὶ διὰ τοῦτο πενθεῖτε οὕτως; ὑπολαβὼν δὲ ὁ ἀρχιστράτηγος εἶπεν πρὸς αὐτήν· Οὐχὶ, ἀδελφὴ Σάρρα, οὐκ ἔστιν οὕτως ὡς σὺ λέγεις· ἀλλὰ ὁ υἱός σου Ἰσαὰκ, ὡς ἐμοὶ δοκεῖ, ὄνειρον ἐθεάσατο, καὶ ἦλθεν πρὸς ἡμᾶς κλαίων, καὶ ἡμεῖς τοῦτον ἰδόντες τὰ σπλάγχα συνεκινήθημεν, καὶ ἐκλαύσαμεν.