Ancient Greek · ~6 min
Chapter 6
Testamentum Abrahae, The Testament of Abraham Recension A 6
Not analysed yet
VI. ἀκούσασα δὲ Σάρρα τὴν διαφορὰν τῆς ὁμιλίας τοῦ ἀρχιστρατήγου, εὐθὺς ἐγνώρισεν ὅτι ἄγγελος κυρίου ἐστὶν ὁ λαλῶν· συννεύει οὖν ἡ Σάρρα τὸν Ἁβραὰμ τὰ πρὸς τὴν θύραν ἔξω ἐλθεῖν, καὶ λέγει αὐτῷ· Κύριέ μου Ἁβραὰμ, σὺ γινώσκεις τίς ἐστιν οὗτος ὁ ἀνήρ; εἶπεν δὲ Ἁβραάμ· Οὐ γινώσκω. εἶπεν δὲ Σάρρα· Ἐπίστασαι, κύριέ μου, τοὺς τρεῖς ἄνδρας τοὺς ἐπουρανίους τοὺς ἐπιξενισθέντας ἐν τῇ σκηνῇ ἡμῶν παρὰ τὴν δρῦν τὴν Μαμβρῆ ὅτε ἔσφαξας τὸν μόσχον τὸν ἄμωμον καὶ παρέθηκας αὐτοῖς τράπεζαν· δαπανηθέντων δὲ τῶν κρεάτων, ἠγέρθη πάλιν ὁ μόσχος καὶ ἐθήλαζεν τὴν μητέρα αὐτοῦ ἐν ἀγαλλιάσει· οὐκ οἶδας, κύριέ μου Ἁβραὰμ, ὅτι καὶ καρπὸν κοιλίας ἐξ ἐπαγγελίας ἡμῖν ἐδωρήσαντο τὸν Ἰσαάκ; ἐκ γὰρ τῶν τριῶν ἁγίων ἀνδρῶν ἐκείνων οὗτος ἐστὶν ὁ εἶς ἐξ αὐτῶν. εἶπεν δὲ Ἁβραάμ· Ὦ Σάρρα, τοῦτο ἀληθὲς εἴρηκας· δόξα καὶ εὐλογία παρὰ θεοῦ καὶ πατρός· καὶ γὰρ ἐγὼ τῇ ὀψὲ βραδείᾳ, ὅτε ἔνιπτον τοὺς πόδας αὐτοῦ ἐν τῇ λεκάνῃ τοῦ νιπτῆρος εἶπον ἐν τῇ καρδίᾳ μου· Οὗτοι οἱ πόδες ἐκ τῶν τριῶν ἀνδρῶν εἰσὶν οὓς ἔνιψα τότε. καὶ τὰ δάκρυα αὐτοῦ ὀψὲ ἐν τῷ νιπτῆρι πίπτοντα ἐγένοντο λίθοι τίμιοι. καὶ ἐκβαλὼν ἐκ τοῦ κόλπου αὐτοῦ δέδωκεν αὐτὰ τῇ Σάρρᾳ, λέγων· Εἰ ἀπιστεῖς μοι, νῦν θέασαι ταῦτα. λαβοῦσα δὲ αὐτὰ ἡ Σάρρα προσεκύνησεν καὶ ἠσπόσατο καὶ εἶπεν· Δόξα τῷ θεῷ τῷ δεικνύοντι ἡμῖν θαυμάσια· καὶ νῦν γίνωσκε, κύριέ μου Ἁβραάμ, ὅτι ἀποκάλυψίς τινος ἔργου ἐστὶν ἐν ἡμῖν, κἄν τε πονηρὸν κἄν τε ἀγαθόν.