Ancient Greek · ~9 min
Chapter 7
Testamentum Abrahae, The Testament of Abraham Recension A 7
Not analysed yet
VII. καταλιπὼν δὲ Ἁβραὰμ τὴν Σάρραν εἰσῆλθεν ἐν τῷ τρικλίνῳ καὶ εἶπεν πρὸς Ἰσαάκ· Δεῦρο υἱέ μου ἀγαπητέ, ἀνάςγγειλόν μοι τὴν ἀλήθειαν, τί τὰ ὁραθέντα καὶ τί πέπονθας ὅτι οὕτω δρομαίως εἰσῆλθες πρὸς ἡμᾶς; ὑπολαβὼν δὲ Ἰσαὰκ ἤρξατο λέγειν· Εἶδον ἐγὼ, κύριέ μου, τῇ νυκτὶ ταύτῃ τὸν ἥλιον καὶ τὴν σελήνην ὑπεράνω τῆς κεφαλῆς μου, καὶ τὰς ἀκτῖνας αὐτοῦ κυκλοῦντα καὶ φωταγωγοῦντά με· καὶ ταῦτα οὕτως ἐμοῦ θεωροῦντος καὶ ἀγαλλιωμένου, εἶδον τὸν οὐρανὸν ἀνεῳγότα, καὶ εἶδον ἄνδρα φωτοφόρον ἐκ τοῦ οὐρανοῦ κατελθόντα ὑπὲρ ἑπτὰ ἡλίους ἀστράπτοντα· καὶ ἐλθὼν ὁ ἀνὴρ ὁ ἡλιόμορφος ἐκεῖνος ἔλαβεν τὸν ἥλιον ἀπὸ τῆς κεφαλῆς μου, καὶ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ὅθεν καὶ ἐξῆλθεν· ἐγὼ δὲ ἐλυπήθην μεγάλως ὅτι ἔλαβεν τὸν ἥλιον ἀπʼ ἐμοῦ· καὶ μετʼ ὀλίγον ὡς ἔτι ἐμοῦ λυπουμένου καὶ ἀδημονοῦντος, εἶδον τὸν ἄνδρα ἐκεῖνον ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ ἐξελθόντα· καὶ ἔλαβεν ἀπʼ ἐμοῦ καὶ τὴν σελήνην ἐκ τῆς κεφαλῆς μου· ἔκλαυσα δὲ μεγάλως καὶ παρεκάλεσα τὸν ἄνδρα ἐκεῖνον τὸν φωτοφόρον καὶ εἶπον· Μὴ, κύριέ μου, μὴ ἄρῇς τὴν δόξαν μου ἀπʼ ἐμοῦ, ἐλέησόν με καὶ εἰσάκουσόν μου· καὶ κἂν τὸν ἥλιον ἄρας ἀπʼ ἐμοῦ, κἂν τὴν σελήνην ἔασον ἐπʼ ἐμέ. αὐτὸς δὲ εἶπεν· Ἄφες ἀναληφθῆναι αὐτοὺς πρὸς τὸν ἄνω βασιλέα, ὅτι θέλει αὐτοὺς ἐκεῖ. καὶ ἦρεν αὐτοὺς ἀπʼ ἐμοῦ, τὰς δὲ ἀκτῖνας ἔασεν ἐπʼ ἐμέ. εἶπεν δὲ ὁ ἀρχιστράτηγος· Ἄκουσον, δίκαιε Ἁβραάμ· ὁ ἥλιος ὃν ἑώρακεν ὁ παῖς σου, σὺ εἶ, ὁ πατὴρ αὐτοῦ· καὶ ἡ σελήνη ὁμοίως ἡ μήτηρ αὐτοῦ Σάρρα ὑπάρχουσα· ὁ δὲ ἀνὴρ ὁ φωτοφόρος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὗτός ἐστιν ὁ ἐκ τοῦ θεοῦ ἀποσταλεὶς, ὁ μέλλων λαβεῖν τὴν δικαίαν σου ψυχήν ἀπό σου. καὶ νῦν γίνωσκε, τιμιώτατε Ἁβραὰμ, ὅτι μέλλεις ἐν τῷ καιρῷ τούτῳ καταλιπεῖν τὸν κοσμικόν βίον καὶ πρὸς τὸν θεὸν ἐκδημεῖν. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Ὦ θαῦμα θαυμάτων καινότερον . καὶ λοιπὸν σὺ εἶ ὁ μέλλων λαβεῖν τὴν ψυχήν μου ἀπʼ ἐμοῦ; λέγει αὐτῷ ὁ ἀρχιστράτηγος· Ἐγώ εἰμι Μιχαὴλ ὁ ἀρχιστράτηγος ὁ παρεστηκώς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην πρός σε ὅπος ἀναςγγείλω σοι τὴν τοῦ θανάτου μνήμην· καὶ εἴθʼ οὕτως ἀπελεύσομαι πρὸς αὐτὸν καθὼς ἐκελεύσθημεν. καὶ εἶπεν Ἁβραάμ· Νῦν ἔγνωκα ἐγὼ ὅτι ἄγγελος κυρίου εἶ σὺ, καὶ ἀπεστάλης λαβεῖν τὴν ψυχήν μου· ἀλλʼ οὐ μή σοι ἀκολουθήσω· ἀλλʼ ὅπερ κελεύει ποίησον.