Ancient Greek · ~9 min
Chapter 8
Testamentum Abrahae, The Testament of Abraham Recension A 8
Not analysed yet
VIII. ὁ δὲ ἀρχιστράτηγος ἀκούσας τὸ ῥῆμα τοῦτο, εὐθέως ἀφανὴς ἐγένετο· καὶ ἀνελθὼν εἰς τὸν οὐρανὸν ἔστη ἐνώπιον τοῦ θεοῦ καὶ ἀνήγγειλεν πάντα ὅσα εἶδεν εἰς τὸν οἶκον Ἁβραάμ· εἶπεν δὲ καὶ τοῦτο ὁ ἀρχιστράτηγος πρὸς τὸν δεσπότην ὅτι Καὶ τοῦτο λέγει ὁ φίλος σου Ἁβραὰμ ὅτι Οὐ μή σοι ἀκολουθήσω, ἀλλʼ ὅπερ κελεύει ποίησον· ἀρτίως δέσποτα παντοκράτωρ, εἴ τι κελεύει ἡ σὴ δόξα καὶ ἡ βασιλεία ἡ ἀθάνατος; εἶπεν δὲ ὁ θεὸς πρὸς τὸν ἀρχιστράτηγον Μιχαὴλ· Ἄπελθε πρός τὸν φίλον μου Ἁβραὰμ ἔτι ἅπαξ καὶ εἶπε αὐτῷ οὕτως· ὅτι Τάδε λέγει κύριος ὁ θεός σου, ὁ εἰσαγαγών σε ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὁ εὐλογήσας σε ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης καὶ ὑπὲρ τοὺς ἀστέρας τοῦ οὐρανοῦ, ὁ διανοίξας μήτραν Σάρρας τῆς στειρώσης καὶ χαρισάμενός σοι καρπὸν κοιλίας ἐν γήρει τὸν Ἰσαάκ· Ἀμὴν λέγω σοι ὅτι εὐλοῶν εὐλοήσω σε καὶ πληθύνον πληθυνῶ τὸ σπέρμα σου, καὶ δώσω σοι πάντα ἵσα ἂν αἰτήσῃς παρʼ ἐμοῦ, ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἄλλος· σὺ δὲ τί ἀνθέστηκας ἀπʼ ἐμοῦ καὶ τί ἐν σοὶ λύπη, ἀνάγγειλον· καὶ ἵνα τί ἀνθέστηκας ἀπὸ τὸν ἀρχάγγελόν μου Μιχαήλ; ἢ οὐκ οἶδας ὅτι οἱ ἀπὸ Ἀδὰμ καὶ Εὔας πάντες ἀπέθανον; καὶ οὐδεὶς ἐκ τῶν προφητῶν τὸν θάνατον ἐξέφυγεν· καὶ οὐδεὶς ἐκ τῶν βασιλευόντων ὑπάρχει ἀθάνατος· οὐδεὶς ἐκ τῶν προπατόρων ἐξέφυγεν τὸ τοῦ θανάτου μυστήριον· πάντες ἀπέθανον, πάντες ἐν τῷ ᾄδῃ κατηλλάξαντο, πάντες τῇ τοῦ θανάτου δρεπάνῃ συλλέγονται· ἐπὶ δέ σε οὐκ ἀπέστειλα θάνατον, οὐκ εἴασα νόσον θανατηφόρον ἐπελθεῖν σοι· οὐ συνεχώρησα τῇ τοῦ θανάτου δρεπάνῃ συναντῆσαί σοι, οὐ παρεχώρησα τὰ τοῦ ᾄδοῦ δίκτυα συμπλέξαι σε, οὐκ ἠθέλησά ποτέ τινι κακῷ συναντῆσαί σε· ἀλλὰ πρὸς παράκλησιν ἀγαθὴν τὸν ἐμόν ἀρχιστράτηγον Μιχαὴλ ἐξαπέστειλα πρός σε, ἵνα γνώσῃς τὴν ἐκ τοῦ κόσμου μετάστασιν, καὶ ποιήσῃς διάταξιν περὶ τοῦ οἴκου σου, καὶ περὶ πάντων τῶν ὑπαρχόντων σοι, καὶ ὅπως εὐλογήσῃς τὸν Ἰσαὰκ τὸν υἱόν σου τὸν ἀγαπητόν. καὶ νῦν γνώρισον ὅτι μὴ θέλον λυπῆσαί σε ταῦτα πεποίηκα. καὶ ἵνα τί εἶπας πρὸς τὸν ἀρχιστράτηγόν μου ὅτι Οὐ μή σοι ἀκολουθήσω; ἵνα τί ταῦτα εἴρηκας; καὶ οὐκ οἶδας ὅτι ἐὰν ἐάσω τὸν θάνατον καὶ ἐπέλθῃ σοι, τότε ἂν εἶχον ἰδεῖν κἂν ἔρχῃ κἂν οὐκ ἔρχῃ;