Ancient Greek · ~6 min
Chapter 12
Testamentum Abrahae, The Testament of Abraham Recension B 12
Not analysed yet
ΧΙΙ. καὶ μετὰ τὸ θεωρῆσαι Ἁβραὰμ τὸν τόπον τοῦ κριτηρίου, κατήγαγεν αὐτὸν ἡ νεφέλη ἐν τῷ στερεώματι κάτω. καὶ κατανοήσας Ἁβραὰμ ἐπὶ τὴν γῆν, εἶδεν ἄνθρωπον μοιχεύοντα γυναῖκα ὕπανδρον. καὶ στραφεὶς λέγει Ἁβραὰμ πρὸς Μιχαήλ· Θωρεῖς τὴν ἁμαρτίαν ταύτην; ἀλλὰ, κύριε, πέμψον πῦρ ἐξ οὐρανοῦ, ἵνα καταφάγῃ αὐτούς. καὶ εὐθὺς κατῆλθεν πῦρ καὶ κατέφαγεν αὐτούς· διότι εἶπεν κύριος τῷ Μιχαὴλ ὅτι Ὅσα αἰτήσεταί σε ὁ Ἁβραὰμ ποιῆσαι αὑτῷ, ποίησον. καὶ πάλιν ἀναβλέψας Ἁβραὰμ, εἶδεν ἄλλους ἀνθρώπους καταλαλοῦντας ἑταίρους, καὶ εἶπεν· Ἀνοιχθήτω ἡ γῆ καὶ καταπιέτω αὐτούς. καὶ ἐν τῷ εἰπεῖν αὐτῷ, κατέπιεν αὐτοὺς ἡ γῆ ζῶντας. καὶ πάλιν ἀνήςγαγεν αὐτὸν ἡ νεφέλη ἐν ἑτέρῳ τόπῳ. καὶ εἶδεν Ἁβραάμ τινας ἀπερχομένους εἰς ἔρημον τόπον τοῦ ποιῆσαι φόνον. καὶ εἶπεν πρὸς Μιχαήλ· Θεωρεῖς τὴν ἁμαρτίαν ταύτην; ἀλλʼ ἐλθέτωσαν θηρία ἐκ τῆς ἐρήμου καὶ διαμερίσονται αὐτούς. καὶ αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον θηρία ἐκ τῆς ἐρήμου καὶ κατέφαγον αὐτούς. τότε ἐλάλησεν κύριος ὁ θεὸς πρὸς τὸν Μιχαὴλ λέγων· Ἀπόστρεψον τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ καὶ μὴ ἀφήσεις αὐτὸν κυκλῶσαι πᾶσαν τὴν κτίσιν ἢν ἐποίησα, ὅτι οὐ σπλαγχνίζεται ἐπὶ τοὺς ἁμαρτωλοὺς, ἀλλʼ ἐγὼ σπλαγχνίζομαι ἐπὶ τοὺς ἁμαρτωλοὺς ὥστε ἐπιστρέψουσιν καὶ ζήσωσιν καὶ μετανοήσωσιν ἐκ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ σωθήσονται. καὶ κατὰ τὴν ἐνάτην ὥραν ὑπέστρεψεν Μιχαὴλ τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ. Σάρρα δὲ ἡ γυνὴ αὐτοῦ, μὴ θεωρήσασα τὸν Ἁβραὰμ τί γέγονεν, κατεπόθη τῇ λυπῇ καὶ παρέδωκε τὴν ψυχήν· καὶ μετὰ τὸ ὑποστρέψαι τὸν Ἁβραὰμ, εὖρεν αὐτὴν νεκρὰν, καὶ ἔθαψεν αὐτήν.