Ancient Greek · ~5 min
Chapter 3
Testamentum Abrahae, The Testament of Abraham Recension B 3
Not analysed yet
ΙΙΙ. καὶ ἀναστάντες ἐπορεύοντο· καὶ ὡς ἤγγισαν τῇ πόλει, ὡς ἀπὸ σταδίων τριῶν, εὗρον δένδρον μέγα ἔχον κλάδους τριακοσίους, ὅμοιον ἐρηκινοῦ· καὶ ἤκουον φονὴν ἐκ τῶν κλάδων αὐτοῦ δομένην· Ἅγιος ὅτι τὴν πρόφασιν ἤνεγκας περὶ ὧν ἀπεστάλης· καὶ ἤκουσεν Ἁβραὰμ τῆς φωνῆς, καὶ ἔκρυψεν τὸ μυστήριον ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων ἐν ἑαυτῷ· Ἄρα τί ἐστιν τὸ μυστήριον ὅπερ ἀκήκοα; ὡς δὲ ἦλθεν ἐν τῷ οἴκῳ, λέγει Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ· Ἀναστάντες ἐξέλθατε εἰς τὰ πρόβατα, καὶ ἐνέγκατε τρία θρέμματα καὶ σφάξατε ταχέως καὶ ὑπηρετήσατε ἵνα φάγωμεν καὶ πίωμεν· ὅτι εὐφρασία ἐστὶν ὡς ἡ ἡμέρα αὕτη. καὶ ἤνεγκαν οἱ παῖδες τὰ θρέμματα, καὶ ἐκάλεσεν Ἁβραάμ τὸν υἱὸν αὐτοῦ τὸν Ἰσαὰκ καὶ εἶπεν αὐτῷ· Τέκνον Ἰσαὰκ, ἀνάστηθι καὶ βάλε ὕδωρ ἐπὶ τῆς λεκάνης, ἵνα νίψωμεν τοὺς πόδας τοῦ ξένου τούτου. καὶ ἤνεγκεν ὡς προσετάχθη· καὶ εἶπεν Ἁβραάμ. Κατανόησιν ἔχω ὅπερ καὶ γενήσεται, ὅτι ἐν τῷ τρυβλίῳ τούτῳ οὐ μὴ νίψω ἔτι τοὺς πόδας ἀνθρώπου ξενιζομένου πρὸς ἡμᾶς. ἀκούσας δὲ Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ λαλοῦντος ταῦτα, ἐδάκρυσεν, καὶ λέγει πρὸς αὐτόν· Πάτερ μου, τί ἐστιν τοῦτο ὅτι εἶπας Ἔσχατόν μου ἐστὶν νίψαι πόδας ἀνθρώπου ξένου; καὶ ἰδὼδν Ἁβραὰμ τὸν υἱὸν αὐτοῦ κλαίοντα, ἔκλαυσεν καὶ αὐτὸς σφόδρα· καὶ Μιχαὴλ ἰδών αὐτοὺς κλαίοντας, ἔκλαυσεν καὶ αὐτός· καὶ ἔπεσαν τὰ δάκρυα Μιχαὴλ ἐπὶ τῆς λεκάνης, καὶ ἐγένετο λίθος πολύτιμος.