Ancient Greek · ~7 min
Chapter 4
Testamentum Abrahae, The Testament of Abraham Recension B 4
Not analysed yet
IV. ὡς δὲ ἤκουσεν ἡ Σάρρα τοῦ κλαυθμοῦ αὐτῶν ἔσω οὖσα ἐν τῇ οἰκίᾳ αὐτῆς, ἐξελθοῦσα εἶπεν τῷ Ἁβραάμ. Κύριε, τί ἐστιν ὅτι οὕτως κλαίετε; καὶ ἀπεκρίθη Ἁβραὰμ καὶ εἶπεν αὐτῇ· Οὐδὲν κακόν ἐστιν· εἴσελθε ἐν τῇ οἰκίᾳ σου, καὶ ἐργάζου τὰ ἴδιά σου, μὴ ἐπιβαρεῖς γενώμεθα τῷ ἀνθρώπῳ. καὶ ἀνεχώρησεν ἡ Σάρρα, ὅτι ἔμελλεν ἑτοιμάζειν τὸν δεῖπνον. καὶ ἤγγισεν ὁ ἥλιος τοῦ δῦναι· καὶ ἐξῆλθεν Μιχαὴλ ἔξω τοῦ οἴκου, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανοὺς προσκυνῆσαι ἐνώπιον τοὺ θεοῦ· τοῦ γάρ ἡλίου δύνοντος πάντες προσκυνοῦσιν ἄγγελοι τὸν θεόν· πρῶτος δέ ἐστιν ὁ αὐτὸς Μιχαὴλ τῶν ἀγγέλων. καὶ προσεκύνησαν πάντες καὶ ἀπῆλθον, ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. ἀποκριθεὶς δὲ Μιχαὴλ ἐνώπιον τοῦ θεοῦ εἶπεν· Κύριε, κέλευσόν με ἐρωτηθῆναι ἐνώπιον τῆς ἁγίας δόξης σου. καὶ λέγει κύριος πρός Μιχαὴλ· Ἀνάγγειλον ὅπερ βούλῃ. ἀποκριθεὶς δὲ ὁ ἀρχάγγελος εἶπε· Κύριε, σύ με ἀπέστειλας πρὸς Ἁβραὰμ, εἰπεῖν αὐτῷ· Ὑποχώρησον ἐκ τοῦ σώματός σου, καὶ ἔξελθε ἐκ τοῦ κόσμου. καλεῖ σε ὁ κύριος. κἀγὼ οὐ τολμῶ, κύριε, ἐμφανισθῆναι αὐτῷ, ὅτι φίλος σου ἐστὶν καὶ δίκαιος ἄνθρωπος, ξένους ὑποδεχόμενος· ἀλλὰ παρακαλώ σε, κύριε, κέλευσον τὴν μνήμην τοῦ θανάτου τοῦ Ἁβραὰμ εἰς τήν καρδίαν αὐτοῦ εἰσελθεῖν, καὶ μὴ αὐτῷ ἑγὼ εἴπω. μεγάλη γὰρ συντομία τοῦτό ἐστιν, εἰπεῖν ὅτι Τὸν κόσμον ἔξελθε, μάλιστα δὲ καὶ ἀπὸ τοῦ ἰδίου σώματος σὺ γάρ ἐξ ἀρχῆς ἐποίησας αὐτὸν ἐλεεῖν ψυχὰς πάντων ἀνθρώπων. τότε κύριος πρὸς Μιχαὴλ εἶπεν· Ἀνάστηθι καὶ πορεύου πρὸς Ἁβραὰμ, καὶ ξενίζου πρὸς αὐτόν καὶ ὅτι ἂν ἴδῃς ἐσθίοντα, φάγε καὶ σὺ, καὶ ὅπου ἂν κοιμηθῇ, κοίμησαι καὶ σὺ ἐκεῖ· ἐγὼ γὰρ ῥίψω τὴν μνήμην τοῦ θανάτου τοῦ Ἁβραὰμ εἰς τὴν καρδίαν Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ κατʼ ὄναρ.