Ancient Greek · ~3 min
Chapter 5
Testamentum Abrahae, The Testament of Abraham Recension B 5
Not analysed yet
V. τότε Μιχαὴλ ἀπῆλθεν εἰς τὸν οἶκον Ἀβραὰμ ἐν τῇ ἑσπέρᾳ ἐκείνῃ, καὶ εὗρεν αὐτοὺς ἑτοιμάζοντας τὸν δεῖπνονʼ καὶ ἔφαγον καὶ ἔπιον καὶ εὐφράνθησαν. καὶ εἶπεν Ἁβραὰμ τῷ υἱῷ αὐτοῦ Ἰσαάκ· Ἀνάστηθι, τέκνον, στρῶσον τὴν κλίνην τοῦ ἀνθρώπου ἵνα ἀναπαύῃ, καὶ θὲς τὸν λύχνον ἐπὶ τήν λυχνίαν. καὶ ἐποίησεν Ἰσαάκ καθά συνέταξεν ὁ πατὴρ αὐτοῦ. καὶ εἶπεν Ἰσαὰκ τῷ πατρὶ αὐτοῦ· Πάτερ, ἔρχομαι κἀγὼ ἔγηιστα ὑμῶν κοιμηθῆναι. καὶ ἀπεκρίθη Ἁβραὰμ πρὸς αὐτόν· Οὐχὶ, τέκνον μου, μήποτε ἐπιβαρεῖς γενώμεθα τῷ ἀνθρώπῳ τούτῳ, ἀλλὰ ἄπελθε ἐν τῷ ταμείῳ σου καὶ ἀναπαύου. μὴ θέλων δὲ Ἰσαὰκ παρακοῦσαι τὸ τοῦ πατρὸς αὐτοῦ πρόσταγμα, ἀπελθὼν ἀνεπαύσατο ἐν τῷ ταμείῳ αὐτοῦ.