Ancient Greek · ~7 min
Chapter 6
Testamentum Abrahae, The Testament of Abraham Recension B 6
Not analysed yet
VI. καὶ ἐγένετο περὶ ὥραν ἑβδόμην τῆς νυκτὸς, ἐξυπνισθεὶς ὁ Ἰσαὰκ ἦλθεν εἰς τὴν θύραν τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ κράζων καὶ λέγων· Πάτερ, ἄνοιξον, ἵνα σε ἀπολαύσω πρίν σε ἀροῦσιν ἀπʼ ἐμοῦ. ἀνέστη δὲ Ἁβραὰμ καὶ ἤνοιξεν, καὶ εἰσῆλθεν Ἀσαάκ καὶ ἐκρεμάσθη ἐπὶ τοῦ τραχήλου τοῦ πατρὸς αὐτοῦ κλαίον, καὶ θρηνῶν κατεφίλει αὐτόν· ἔκλαυσεν δὲ Ἁβραὰμ σὺν τῷ υἱῷ αὐτοῦ· εἶδεν δὲ αὐτοὺς ὁ Μιχαὴλ κλαίοντας καὶ ἔκλαυσεν καὶ αὐτός. καὶ ἀκούσασα ἡ Σάρρα τὸν κλαυθμὸν ἐκ τοῦ κοιτῶνος αὐτῆς ἔκραξε λέγουσι· Κύριέ μου Ἁβραὰμ, τί ἐστιν ὁ κλαυθμός; μή σοι εἶπεν ὁ ξένος περὶ τοῦ ἀδελφιδοῦ σου Λὼτ ὅτι ἀπέθανεν; ἄλλο τι συνέβη εἰς ἡμᾶς; ἀποκριθεὶς δὲ Μιχαὴλ εἶπε πρὸς τὴν Σάρραν· Οὐχὶ, Σάρρα, οὐκ ἤνεγκα φάσιν περὶ Λώτ· ἀλλὰ περὶ πάσης φιλανθρωπίας ὑμῶν ἔγνων ὅτι διαφέρετε πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς, καὶ ἐμνήσθη ὑμῶν ὁ θεός. τότε λέγει Σάρρα τῷ Ἁβραάμ· Πῶς ἐτόλμησας κλαῦσαι εἰσελθόντος τοῦ ἀνθρώπου τοῦ θεοῦ ἐν σοί; καὶ πῶς ἐδάκρυσάν σου οἱ ὀφθαλμοὶ τῶν ζευμάτον τοῦ φωτός; ὅτι σήμερον εὐφροσύνη γίνεται. λέγει οὖν πρὸς αὐτὴν Ἁβραάμ· Πόθεν γινώσκεις ὅτι ἄνθρωπος τοῦ θεοῦ ἐστίν; ἀποκριθεὶς δὲ ἡ Σάρρα εἶπεν· Ὅτι παραφέρω καὶ λέγω ὅτι οὗτός ἐστιν τῶν τριῶν ἀνδρῶν εἶς, τῶν ἐν τῇ δρυῒ τῇ Μαμβρῇ ἐπιξενισθέντων ἡμῖν, ὅτε ἀπῆλθεν ἓδ τῶν παιδίων καὶ ἤνεγκε μόσχον καὶ ἔθυσας· καὶ εἶπες μοι, Ἄναστα, ποίησον ἵνα φάγωμεν μετὰ τῶν ἀνθρώπον τούτων εἰς τὸν οἶκον ἡμῶν. καὶ ἀπεκρίθη Ἁβραὰμ καὶ εἶπεν· Καλῶς ἐνόησας, ὦ γύναι· ὅτι κἀγὼ ὅτε τοὺς πόδας αὐτοῦ ἔπλυνα, ἔγνων ἐν τῇ καρδίᾳ μου ὅτι οὗτοί εἰσιν οἱ πόδες οὓς ἔπλυνα ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, καὶ καθὼς ἠρξάμην ἐρωτᾷν τὴν πορείαν, εἶπέ μοι ὅτι ὑπάγω τηρῆσαι τὸν ἀδελφὸν Λὼτ ἀπὸ Σοδόμων. καὶ τότε ἐγνώρισα τὸ μυστήριον.