Ancient Greek · ~2 min
Page 342
Themistius, Ἡ ἐπὶ τῷ λόγῳ διάλεξις 342.Section a
Not analysed yet
καὶ ἐν ταῖς στοαῖς καὶ ἐν τοῖς βαλανείοις καὶ ἐν τοῖς θεάτροις. καὶ διὰ τοῦτο οὐ μόνους τοὺς εἰς τὸ διδασκαλεῖον φοιτῶντας προσήγοντο καὶ ἐχειροῦντο, ἀλλὰ καὶ τὸν σκυτοτόμον ἐξανίστων ἀπὸ τῶν σκυτῶν καὶ τὸν ὀβολοστάτην ἀπὸ τῆς τραπέζης καὶ τὸν ἑταιροῦντα ἀπὸ τοῦ οἰκήματος. ἐφοίτων δὲ ὑπὸ φιλανθρωπίας καὶ Ὀλυμπίαζε καὶ Ἰσθμοῖ καὶ εἰς Αἴγιναν καὶ εἰς Ἐλευσῖνα καὶ ἐτέλουν δὲ καὶ αὐτοὶ μετὰ τῶν θεῶν <***>τοῖς πολλοῖς ἀνθρώποις. ἐξ οὗ δὲ ὥσπερ οἱ φῶρες καὶ λωποδύται φεύγουσι