Ancient Greek · ~2 min
Page 342
Themistius, Ἡ ἐπὶ τῷ λόγῳ διάλεξις 342.Section b
Not analysed yet
τὰ μέσα <***>τοῦ ὀργάνου οὐκ ἀπεικότως καὶ ἀπιστοῦνται, εἰ μὴ καὶ τὴν γλῶτταν ἀπολλύουσιν ὑπὸ τῆς σοφίας. Ἐγὼ δὲ ἐπιχειρῶ μέν, ὦ ἄνδρες, καὶ προθυμοῦμαι εἰς τὴν τάξιν ἐπανάγειν αὐτοὺς τὴν ἀρχαίαν. δέδοικα δὲ αὖ πάλιν καὶ ὑποπτεύω μὴ καὶ διαλέγεσθαι ὑμῖν ἐπιχειρήσαντες ἀτοπώτεροι φανείημεν τῶν σιωπώντων. ἐπίσταμαι γὰρ ἀκριβῶς αὐτῶν τὴν φύσιν, ὅτι σκληρὰ καὶ αὐθέκαστος καὶ ἀτενής. οἵ γε οὐδὲ τὰ ῥήματα ἀνέδην χαρίζεσθαι ὑπομένουσι τοῖς ἀνθρώποις, ἀλλὰ φείδονται ὑπ'