Ancient Greek · ~2 min
Page 342
Themistius, Ἡ ἐπὶ τῷ λόγῳ διάλεξις 342.Section c
Not analysed yet
ἀγροικίας τῶν ὀνομάτων μᾶλλον ἢ τοῦ χρυσίου, καὶ ἀκριβῶς ἐξετάζουσι καὶ ἐπιμελοῦνται ὅπως ἂν μήτε μεῖζον μήτε ἔλαττον ἀποδοῖεν μηδενὶ τοῦ προσήκοντος. συμβαίνει οὖν αὐτοῖς παρὰ ταύτην τὴν σμικρολογίαν πάνυ ὀλίγους ποιεῖσθαι προσηγόρους τε καὶ εὐμενεῖς. ἀλλ' ὅμως τηλικαύτη αὐτῶν ἡ αὐθάδεια ὥστε αὐτοὶ πιστεύουσι καὶ πρὸς τοὺς ἄλλους ἀπισχυρίζονται, ὅτι ὃν μὲν αὐτοὶ ἐπαινοῦσιν οἰκεῖός ἐστιν ὁ ἔπαινος τοῦ ἀνθρώπου, ὃν δ' ἂν οἱ κομψοὶ ἐκεῖνοι καὶ πολυτελεῖς, ἀλλότριός τε καὶ μηδὲν ἐοικώς· καὶ οὐκ ἂν ἐξεύροις ἐκ τούτου τίς ὁ ὑμνούμενος,