Ancient Greek · ~2 min
Page 342
Themistius, Ἡ ἐπὶ τῷ λόγῳ διάλεξις 342.Section d
Not analysed yet
εἰ μὴ τοὔνομα ἐγγεγραμμένον εἴη τῇ κολακείᾳ, καθάπερ αἱ τῶν φαύλων ζωγράφων εἰκόνες οὐ γνωρίζονται ἐκ τῆς τέχνης, ἀλλ' ἐκ τοῦ ἐπιγράμματος. ἡ δὲ ἀληθὴς εὐφημία οὕτως ἄρα ἔμπνους ἐστὶ καὶ τῶν Δαιδάλου ἔργων ἐμψυχοτέρα, ὥστε κἂν εἰς τὸ μέσον οὕτω ῥιπτῆται, αὐτὴ προπηδᾷ καὶ προσφύεται ᾧ προσήκει. καὶ οὖν εἰ λέγοι αὐτὴν ὁ λέγων ἀλλαχοῦ ἀποτρέπων τὼ ὀφθαλμώ, ἀλλ' οἵ γε