Ancient Greek
Page 126
Theodoretus Scr. Eccl. et Theol., Eranistes 126
Not analysed yet
τοῦ ἀρχετύπου τοὺς χαρακτῆρας, καὶ μήτε κτιστὸν εἶναι, μήτε σύνθετον, μήτε περιγεγράφθαι. Ἔδει παραπλησίως αὐτὸν ἐκ μὴ ὄντων δημιουργεῖν· ἔδει λόγῳ καὶ δίχα πόνου πάντα τεκταίνειν· καὶ πρὸς τούτοις, μὴ νοσεῖν, μὴ ἀθυμεῖν, μὴ θυμοῦσθαι, μὴ ἁμαρτάνειν, ἀλλ' ἀθάνατον εἶναι καὶ ἄφθαρτον, καὶ πάντα ἔχειν, ὅσα τὸ ἀρχέτυπον ἔχει. ΕΡΑΝ. Οὐ κατὰ πάντα ἐστὶν ὁ ἄνθρωπος εἰκὼν θεοῦ. ΟΡΘ. Ἀληθὲς πλὴν ἐν οἷσπερ ἂν αὐτὸν δῷς εἶναι εἰκόνα, παμπόλλῳ τινὶ μέτρῳ τῆς ἀληθείας ἀποδέοντα πάντως εὑρήσεις. ΕΡΑΝ. Ὡμολόγηται. ΟΡΘ. Σκόπησον δὲ καὶ τόδε· τὸν υἱὸν ὁ θεῖος ἀπόστολος εἰκόνα προσηγόρευσε τοῦ πατρός· ἔφη γάρ· "Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου." ΕΡΑΝ. Τί οὖν; οὐ πάντα ἔχει ὁ υἱὸς ὅσαπερ ὁ πατήρ; ΟΡΘ. Πατὴρ οὐκ ἔστιν, οὔτε ἀγέννητος οὔτε ἀναίτιος. ΕΡΑΝ. Εἰ ταῦτα εἶχεν, οὐκ ἂν ἦν υἱός. ΟΡΘ. Ἀληθὴς ἄρα ὁ λόγος ὃν εἴρηκα ἐγώ, ὡς ἡ εἰκὼν οὐ πάντα ἔχει ὅσα τὸ ἀρχέτυπον ἔχει; ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Οὕτω τοίνυν καὶ τὸν Μελχισεδὲκ εἶπεν ὁ θεῖος ἀπόστολος ἀφωμοιῶσθαι τῷ υἱῷ τοῦ θεοῦ. ΕΡΑΝ. Δῶμεν τὸ ἀπάτωρ, καὶ ἀμήτωρ, καὶ ἀγενεαλόγητος, οὕτως εἶναι ὡς εἴρηκας· τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, πῶς νοήσομεν; ΟΡΘ. Τὴν παλαιὰν γενεαλογίαν συγγράφων ὁ θεσπέσιος Μωϋσῆς ἐδίδαξεν ἡμᾶς, ὡς Ἀδὰμ ἐτῶν τοσῶνδε γενόμενος ἐγέννησε τὸν Σήθ, καὶ ἐπιζήσας ἔτη τοσάδε τοῦ βίου τὸ τέρμα κατέλαβεν. Οὕτω καὶ περὶ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς καὶ τῶν ἄλλων εἴρηκε. Τοῦ μέντοι Μελχισεδὲκ καὶ τὴν ἀρχὴν τῆς γενέσεως καὶ τῆς ζωῆς τὸ τέλος ἐσίγησεν. Οὐκοῦν, κατὰ τὴν ἱστορίαν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος ἔχει· κατὰ δὲ τὴν ἀλήθειαν, ὁ μονογενὴς τοῦ θεοῦ υἱός, οὔτε ἤρξατο τοῦ εἶναι, οὔτε λήψεται τέλος. ΕΡΑΝ. Ὡμολόγηται.