Ancient Greek
Page 136
Theodoretus Scr. Eccl. et Theol., Eranistes 136
Not analysed yet
ἐκ πεποιημένων βλαστῆσαι, καὶ τῷ ἐκ θεοῦ εἶναι τὸ ἀνθρώπους ἐσχηκέναι πατέρας. Ἐναντίον δὲ καὶ τῷ αἰωνίῳ τὸ πρόσφατον. Καὶ δῆτα σκοπήσωμεν οὑτωσί· τῶν ἁπάντων φαμὲν τὸν θεὸν λόγον δημιουργόν; ΕΡΑΝ. Οὕτω πιστεύειν παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν. ΟΡΘ. Πόστῃ δὲ μεμαθήκαμεν ἡμέρᾳ τὸν Ἀδὰμ διαπλασθῆναι μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν; ΕΡΑΝ. Ἕκτῃ. ΟΡΘ. Ἀπὸ δὲ τοῦ Ἀδὰμ μέχρι τοῦ Ἀβραὰμ πόσαι διεληλύθασι γενεαί; ΕΡΑΝ. Εἴκοσι ταύτας ὑπείληφα. ΟΡΘ. Ἀπὸ δὲ τοῦ Ἀβραὰμ μέχρι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ πόσας ὁ εὐαγγελιστὴς Ματθαῖος ἀριθμεῖ γενεάς; ΕΡΑΝ. Τεσσαρακονταδύο. ΟΡΘ. Εἰ τοίνυν μία φύσις ὁ δεσπότης Χριστός, πῶς οἷόν τε αὐτὸν καὶ πάντων ὁρατῶν τε καὶ ἀοράτων ὑπάρχειν δημιουργόν, καὶ μετὰ γενεὰς τοσαύτας ὑπὸ τοῦ παναγίου πνεύματος διαπλασθῆναι ἐν μήτρᾳ παρθενικῇ; πῶς δὲ καὶ τοῦ Ἀδὰμ ποιητὴς καὶ τῶν τοῦ Ἀδὰμ ἀπογόνων υἱός; ΕΡΑΝ. Καὶ ἤδη πρότερον ἔφην ὡς ἁρμόττει αὐτῷ καὶ ταῦτα κἀκεῖνα ὡς σεσαρκωμένῳ θεῷ· μίαν γὰρ οἶδα τοῦ λόγου φύσιν σεσαρκωμένην. ΟΡΘ. Οὐδέ γε ἡμεῖς, ὦ ἀγαθέ, δύο φύσεις τοῦ θεοῦ λόγου σεσαρκῶσθαί φαμεν· μίαν γὰρ ἴσμεν τοῦ θεοῦ λόγου τὴν φύσιν· ἀλλὰ τὴν σάρκα, ᾗ χρησάμενος ἐσαρκώθη, ἑτέρας εἶναι φύσεως ἐδιδάχθημεν. Οἶμαι δέ γε τοῦτο καί σε συνομολογεῖν. Εἰπὲ τοίνυν, τὴν σάρκωσιν κατὰ τροπήν τινα γεγενῆσθαι λέγεις; ΕΡΑΝ. Οὐκ οἶδα τὸν τρόπον, πιστεύω δὲ αὐτὸν σαρκωθῆναι. ΟΡΘ. Κακούργως προὐβάλου τὴν ἄγνοιαν καὶ τοῖς Φαρισαίοις παραπλησίως. Καὶ γὰρ ἐκεῖνοι, τῆς δεσποτικῆς ἐρωτήσεως τὸ ἰσχυρὸν θεασάμενοι, εἶτα τὸν ἔλεγχον ὑπειδόμενοι, τό, "Οὐκ οἴδαμεν," εἶπον. Ἐγὼ δὲ βοῶ διαρρήδην, ὡς ἡ θεία σάρκωσις ἐλευθέρα τροπῆς. Εἰ γὰρ κατ' ἀλλοίωσίν τινα καὶ τροπὴν ἐσαρκώθη, οὐδαμῶς