Ancient Greek
Page 70
Theodoretus Scr. Eccl. et Theol., Eranistes 70
Not analysed yet
ΕΡΑΝ. Ἐναντία τοίνυν φαμὲν εἰρηκέναι τοὺς ἀποστόλους. Ἐναντίον γὰρ εἶναί πως δοκεῖ τό, "Ὁ λόγος σὰρξ ἐγένετο," τοῦ "Σπέρματος Ἀβραὰμ ἐπελάβετο." ΟΡΘ. Σοὶ τῷ μὴ νοοῦντι ἢ μάτην φιλονεικοῦντι ἐναντία δοκεῖ τὰ σύμφωνα. Τοῖς γὰρ σώφρονι λογισμῷ κεχρημένοις οὐ φαίνεται. Διδάσκει γὰρ ὁ θεῖος ἀπόστολος, ὡς οὐ τραπεὶς ὁ θεὸς λόγος σὰρξ ἐγένετο, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαβόμενος. Κατὰ ταὐτὸν δὲ καὶ τῆς πρὸς τὸν Ἀβραὰμ γεγενημένης ἐπαγγελίας ἀναμιμνήσκει. Ἢ οὐ μέμνησαι τῶν τῷ πατριάρχῃ παρὰ τοῦ θεοῦ τῶν ὅλων δοθεισῶν ὑποσχέσεων; ΕΡΑΝ. Ποίων; ΟΡΘ. Ἡνίκα αὐτὸν ἐκ τῆς πατρῴας ἐξήγαγεν οἰκίας, καὶ εἰς τὴν Παλαιστίνην ἐλθεῖν παρηγγύησεν, οὐκ ἔφη πρὸς αὐτόν, "Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς;" ΕΡΑΝ. Μέμνημαι τῶνδε τῶν ὑποσχέσεων. ΟΡΘ. Οὐκοῦν ἀναμνήσθητι καὶ τῶν πρὸς Ἰσαὰκ καὶ Ἰακὼβ γεγενημένων παρὰ τοῦ θεοῦ συνθηκῶν. Τὰς αὐτὰς γὰρ καὶ τούτοις δέδωκεν ὑποσχέσεις, βεβαιῶν τοῖς δευτέροις καὶ τρίτοις τὰ πρότερα. ΕΡΑΝ. Μέμνημαι καὶ τούτων. ΟΡΘ. Ταύτας δὲ τὰς συνθήκας ἑρμηνεύων ὁ θεῖος ἀπόστολος, οὕτως ἐν τῇ πρὸς Γαλάτας φησί· "Τῷ δὲ Ἀβραὰμ ἐρρήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός, καὶ τῷ σπέρματι αὐτοῦ, ὅς ἐστι Χριστός," ἐναργέστατα δεικνὺς τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ ἐκ σπέρματος βλαστήσασαν Ἀβραάμ, καὶ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην ἐπαγγελίαν πληρώσασαν. ΕΡΑΝ. Εἴρηται ταῦτα τῷ ἀποστόλῳ. ΟΡΘ. Ἱκανὰ μὲν καὶ ταῦτα πᾶσαν τὴν περὶ τούτου κινουμένην ἀμφισβήτησιν λῦσαι. Ἐγὼ δὲ ὅμως καὶ ἑτέρας σε προρρήσεως ἀναμνήσω. Ἰακὼβ ὁ πατριάρχης τήνδε τὴν εὐλογίαν τὴν αὐτῷ τε καὶ τῷ πατρὶ καὶ τῷ πάππῳ δοθεῖσαν Ἰούδᾳ τῷ παιδὶ δέδωκε μόνῳ.