Ancient Greek
Page 71
Theodoretus Scr. Eccl. et Theol., Eranistes 71
Not analysed yet
Ἔφη δὲ οὕτως· "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Ἢ οὐ δέχῃ τήνδε τὴν πρόρρησιν ὡς περὶ τοῦ σωτῆρος εἰρημένην Χριστοῦ; ΕΡΑΝ. Ἰουδαῖοι τὰς τοιαύτας παρερμηνεύουσι προφητείας· ἐγὼ δὲ Χριστιανός εἰμι τοῖς θείοις πιστεύων λόγοις, καὶ τὰς περὶ τοῦ σωτῆρος ἡμῶν προφητείας ἀνενδοιάστως δεχόμενος. ΟΡΘ. Ἐπειδὴ τοίνυν πιστεύειν ταῖς προφητείαις ὁμολογεῖς, καὶ τὰ προρρηθέντα περὶ τοῦ σωτῆρος ἡμῶν τεθεσπίσθαι λέγεις, νόησον ἐντεῦθεν τῶν ἀποστολικῶν ῥητῶν τὸν σκοπόν. Τὰς γὰρ πρὸς τοὺς πατριάρχας γεγενημένας ἐπαγγελίας πεπερασμένας ἐπιδεικνύς, τὴν θαυμασίαν ἐκείνην ἀφῆκε φωνήν· "Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται," μονονουχὶ λέγων, ἀψευδὴς ἡ ὑπόσχεσις, ἐπέθηκε ταῖς ἐπαγγελίαις ὁ δεσπότης τὸ πέρας, ἀνεῴγει τοῖς ἔθνεσιν ἡ τῆς εὐλογίας πηγή, τοῦ Ἀβραμιαίου σπέρματος ὁ θεὸς λόγος ἐπείληπται, διὰ τούτου τὴν ἄνωθεν ἐπηγγελμένην πραγματεύεται σωτηρίαν, διὰ τούτου τὴν τῶν ἐθνῶν ἐμπεδοῖ προσδοκίαν. ΕΡΑΝ. Ἄριστα τοῖς ἀποστολικοῖς τὰ προφητικὰ συνηρμόσθη. ΟΡΘ. Οὕτω πάλιν ὁ θεῖος ἀπόστολος τῆς τοῦ Ἰούδα ἡμᾶς ἀναμιμνήσκων εὐλογίας, καὶ δεικνὺς καὶ ταύτην δεξαμένην τὸ πέρας βοᾷ· "Πρόδηλον γάρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος." Ταὐτὸ δὲ τοῦτο καὶ ὁ προφήτης Μιχαίας καὶ ὁ εὐαγγελιστὴς Ματθαῖος πεποίηκεν. Ὁ μὲν γὰρ εἶπε τὴν πρόρρησιν, ὁ δὲ τῇ ἱστορίᾳ τὴν μαρτυρίαν συνέταξε. Καὶ τὸ παράδοξον, ὅτι τοὺς προδηλοτάτους τῆς ἀληθείας ἐχθροὺς ἔφη τῷ Ἡρώδῃ σαφῶς εἰπεῖν, ὡς ἐν τῇ Βηθλεὲμ ὁ Χριστὸς γεννᾶται. "Γέγραπται γάρ, φησί, καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ." Ἐπαγάγωμεν δὲ ἡμεῖς καὶ ὅπερ Ἰουδαῖοι κακοήθως παρέλιπον, ἀτελῆ προσενεγκόντες τὴν μαρτυρίαν. Εἰρηκὼς γὰρ ὁ προφήτης, "Ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγούμενος," ἐπήγαγε, "Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος."