Ancient Greek
Page 91
Theodoretus Scr. Eccl. et Theol., Eranistes 91
Not analysed yet
ταύτην λαβὼν ἐν ὁμοιώματι ἀνθρώπου ἐγένετο, καὶ ἐν σχήματι εὑρέθη ὡς ἄνθρωπος. Θεὸς γὰρ ὢν ἐδόκει ἄνθρωπος εἶναι δι' ἣν ἀνείληφε φύσιν. Ὁ μέντοι εὐαγγελιστὴς τὸ ἐν ὁμοιώματι ἀνθρώπου γενέσθαι σάρκα ἔφη γενέσθαι. Ἵνα δὲ γνῷς ὅτι τοῦ ἐναντίου πνεύματός εἰσι μαθηταὶ οἱ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν ἀρνούμενοι, ἄκουσον τοῦ μεγάλου Ἰωάννου ἐν τῇ καθολικῇ λέγοντος· "Πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ θεοῦ ἐστι· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ θεοῦ οὐκ ἔστι, καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου." ΕΡΑΝ. Πιθανῶς μὲν ἡρμήνευσας. Ἐγὼ δὲ μαθεῖν ἐβουλόμην, ὅπως οἱ παλαιοὶ τῆς ἐκκλησίας διδάσκαλοι τό, "Ὁ λόγος σὰρξ ἐγένετο," νενοήκασιν. ΟΡΘ. Ἔδει μέν σε πεισθῆναι ταῖς ἀποστολικαῖς καὶ προφητικαῖς ἀποδείξεσιν. Ἐπειδὴ δὲ καὶ τὰς τῶν ἁγίων πατέρων ἑρμηνείας ἐπιζητεῖς, ἐγώ σοι καὶ ταύτην, σὺν θεῷ φάναι, προσοίσω τὴν θεραπείαν. ΕΡΑΝ. Μή μοι παραγάγῃς ἄνδρας ἀσήμους ἢ ἀμφιβόλους· τῶν γὰρ τοιούτων τὴν ἑρμηνείαν οὐ δέξομαι. ΟΡΘ. Ἀξιόχρεως εἶναί σοι δοκεῖ Ἀθανάσιος ἐκεῖνος ὁ πολυθρύλλητος, ὁ φανότατος τῆς Ἀλεξανδρέων ἐκκλησίας φωστήρ; ΕΡΑΝ. Πάνυγε· τοῖς γὰρ ὑπὲρ τῆς ἀληθείας παθήμασι τὴν διδασκαλίαν ἐκύρωσεν. ΟΡΘ. Ἄκουσον τοίνυν αὐτοῦ πρὸς Ἐπίκτητον γεγραφότος· λέγει δὲ οὕτως· Τὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγόμενον, "Ὁ λόγος σὰρξ ἐγένετο," ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου τοῦτο δυνατὸν εὑρεῖν. Γέγραπται γὰρ παρὰ τῷ Παύλῳ· "Χριστὸς ὑπὲρ ἡμῶν γέγονε κατάρα." Ὥσπερ οὐχ ὅτι αὐτὸς γέγονε κατάρα, ἀλλ' ὅτι τὴν ὑπὲρ ἡμῶν ἐδέξατο κατάραν, εἴρηται γεγονέναι, οὕτως οὐχ ὅτι τραπεὶς εἰς σάρκα, ἀλλ' ὅτι σάρκα ὑπὲρ ἡμῶν ἀνέλαβε, λέγεται σὰρξ γεγονέναι. ΟΡΘ. Ταῦτα μὲν ὁ θειότατος Ἀθανάσιος. Γρηγόριος δέ, ᾧ κλέος παρὰ πᾶσι πολύ, ὁ πάλαι μὲν τὴν βασιλεύουσαν πόλιν τὴν ἐπὶ τῷ στόματι τοῦ Βοσπόρου κειμένην ἰθύνας, ὕστερον δὲ τὴν Ναζιανζὸν