Ancient Greek
Page 92
Theodoretus Scr. Eccl. et Theol., Eranistes 92
Not analysed yet
οἰκήσας, κατὰ τῆς Ἀπολιναρίου τερθρείας ὧδε πρὸς Κληδόνιον ἔγραψεν. ΕΡΑΝ. Περιφανὴς ὁ ἀνήρ, καὶ πρόμαχος τῆς εὐσεβείας γεγένηται. ΟΡΘ. Ἄκουσον τοίνυν αὐτοῦ λέγοντος· Τὸ οὖν, "Ὁ λόγος σὰρξ ἐγένετο," ἴσον δοκεῖ μοι δύνασθαι τῷ καὶ ἁμαρτίαν αὐτὸν γεγονέναι λέγεσθαι καὶ κατάραν, οὐκ εἰς ταῦτα τοῦ κυρίου μεταποιηθέντος (πῶς γάρ;) ,ἀλλ' ὡς διὰ τοῦ ταῦτα δέξασθαι τὰς ἀνομίας ἡμῶν ἀναλαβόντος καὶ τὰς νόσους βαστάσαντος. ΕΡΑΝ. Σύμφωνος ἀμφοτέρων ἡ ἑρμηνεία. ΟΡΘ. Ἐπειδή σοι τοὺς τὰ νότια καὶ βόρεια ποιμάναντας συμφωνοῦντας ἐδείξαμεν, δεῦρο δή σε καὶ πρὸς τοὺς ἀοιδίμους τῆς ἑσπερίας ξεναγήσωμεν διδασκάλους, οἳ γλώττῃ μὲν ἑτέρᾳ, διανοίᾳ δὲ οὐχ ἑτέρᾳ τὴν ἑρμηνείαν συνέγραψαν. ΕΡΑΝ. Ἀμβρόσιον ἀκούω τὸν τῆς Μεδιολάνων τὸν ἀρχιερατικὸν διακοσμήσαντα θρόνον ἠριστευκέναι μὲν κατὰ πάσης αἱρέσεως, συγγεγραφέναι δὲ κάλλιστα καὶ τῇ τῶν ἀποστόλων διδασκαλίᾳ συμβαίνοντα. ΟΡΘ. Αὐτοῦ σοι τὴν ἑρμηνείαν προσοίσω. Λέγει δὲ ταῦτα ἐν τῷ περὶ πίστεως λόγῳ· Ἀλλά, φασί, γέγραπται ὅτι "Ὁ λόγος σὰρξ ἐγένετο." Τὸ γραφὲν οὐκ ἀρνοῦμαι. Ἀλλὰ θεάσασθε τὸ λεγόμενον. Ἕπεται γάρ· "Καὶ ἐσκήνωσεν ἐν ἡμῖν," τοῦτ' ἔστιν, ἐκεῖνος ὁ λόγος ὁ τὴν σάρκα λαβὼν οὗτος ἐσκήνωσεν ἐν ἡμῖν, τοῦτ' ἔστιν, ἐν σαρκὶ ἐσκήνωσεν ἀνθρωπείᾳ. Θαυμάζεις οὖν ἐφ' οἷς γέγραπται, "Ὁ λόγος σὰρξ ἐγένετο," τῆς σαρκὸς ἀναληφθείσης παρὰ τοῦ θεοῦ λόγου, ὁπότε καὶ περὶ ἁμαρτίας, ἣν μὴ ἔσχεν, εἴρηται ὅτι γενόμενος ἁμαρτία. Τοῦτ' ἔστιν, οὐ φύσις καὶ ἐνέργεια ἁμαρτίας ἐγένετο, ἀλλ' ἵνα τὴν ἡμετέραν ἁμαρτίαν ἐν τῇ ἰδίᾳ σταυρώσῃ σαρκί. Ἀπόσχωνται