Ancient Greek
10 to 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10-11
Not analysed yet
Ἐπειδὴ δὲ καὶ τῶν θυσιῶν ἔδει δεῖξαι τὸ περιττόν, ἡ ἑβδόμη διάλεξις τοῦτον περιέχει τὸν λόγον, φιλοσόφοις μὲν λόγοις τῶν θυσιῶν τῶν Ἑλληνικῶν κατηγοροῦσα, προφητικοῖς δὲ τὸ νηπιῶδες τῆς Ἰουδαίων νομοθεσίας ἐπιδεικνῦσα. Τὴν δὲ κατὰ τῶν τοὺς νικηφόρους μάρτυρας γεραιρόντων κατηγορίαν, καὶ μέντοι καὶ τὴν ἀπολογίαν, ἡ ὀγδόη περιέχει, ταῖς τῶν φιλοσόφων καὶ ξυγγραφέων, καὶ μέντοι καὶ ποιητῶν μαρτυρίαις χρωμένη καὶ ἐπιδεικνῦσα, ὡς Ἕλληνες οὐ μόνον χοαῖς, ἀλλὰ καὶ θυσίαις τοὺς τεθνεῶτας ἐτίμων, τοὺς μὲν θεούς, τοὺς δὲ ἡμιθέους, τοὺς δὲ ἥρωας ὀνομάζοντες, καὶ τούτων τοὺς πλείστους ἀκολασίᾳ ξυνεζηκότας.