Ancient Greek
Book p
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9
Not analysed yet
Τὴν ἕκτην δὲ τάξιν ὁ περὶ τῆς προνοίας ἔλαχε λόγος. Ἔδει γὰρ τοῖς περὶ Θεοῦ καὶ τοῖς ὑπὸ Θεοῦ γεγενημένοις τοῦτον ἀκολουθῆσαι τὸν λόγον, διελέγχοντα Διαγόρου μὲν τὸ ἄθεον, Ἐπικούρου δὲ τὸ βλάσφημον, τῆς Ἀριστοτέλους δὲ προνοίας τὸ σμικρολόγον, ἐπαινοῦντα δὲ Πλάτωνος καὶ Πλωτίνου καὶ τῶν ἄλλων, ὅσοι τούτων εἰσὶν ὁμογνώμονες, τὰ περὶ τῆς προνοίας διδάγματα· καὶ φυσικοῖς δὲ λογισμοῖς ἐπιδείκνυσι ταύτην ἐν τῇ κτίσει θεωρουμένην καὶ ἐν ἑκάστῳ τῶν θεόθεν γινομένων προφαινομένην.