Ancient Greek
Book p
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 12
Not analysed yet
Προύργου δὲ ᾠήθην καὶ τοῖς παρ' Ἕλλησιν ὀνομαστοτάτοις γεγενημένοις νομοθέταις τοὺς ἡμετέρους παρεξετάσαι, τοὺς ἁλιέας λέγω καὶ τὸν σκυτοτόμον καὶ τοὺς τελώνας, καὶ δεῖξαι πάλιν ἐκ ξυγκρίσεως τὸ διάφορον, καὶ ὡς ἐκεῖνοι μὲν οἱ νόμοι μετὰ τῶν τεθεικότων τῷ τῆς λήθης παρεδόθησαν ζόφῳ, οἱ δὲ τῶν ἁλιέων ἀνθοῦσιν οὐ μόνον παρ' Ἕλλησι καὶ Ῥωμαίοις, ἀλλὰ καὶ παρὰ Σκύθαις καὶ Σαυρομάταις καὶ Πέρσαις καὶ τοῖς ἄλλοις βαρβάροις. Ταύτην δὲ τὴν παρεξέτασιν ἡ ἐνάτη περιέχει διάλεξις.