Ancient Greek · ~1 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 1-10
Not analysed yet
καὶ ἐγώ, φησίν, ἐν ἔτει πρώτῳ κύρου, ἔστην εἰς κράτος καὶ ἰσχύν. εὐθύς, φησί, τοῦ κύρου βασιλεύσαντος καὶ τοῦ ὅρου τῆς αἰχμαλωσίας συμπληρωθέντος, ἐνέστην ἕως οὗ τὴν ἄφεσιν τῷ λαῷ καὶ τὴν ἐλευθερίαν ἐπραγματευσάμην.