Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 21-8
Not analysed yet
καὶ ἐν τῷ αὐτὸν μετ’ ἐμοῦ ἐνίσχυσα καὶ εἶπον· λαλείτω ὁ κύριός μου, ὅτι ἐνίσχυσάς με. καὶ εἶπεν· εἰ οἶδας τί ἦλθον πρὸς σέ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων τῶν ἑλλήνων ἤρχετο. ἀλλ’ ἢ ἀναγγελῶ σοι τὸ τεταγμένον ἐν γραφῇ ἀληθείας, καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετ’ ἐμοῦ περὶ τούτων, ἀλλ’ μιχαὴλ ὁ ἄρχων ὑμῶν. τί δήποτε γάρ φησιν ἕνα ἢ δύο λέγω τόν τε περσῶν ἄρχοντα ἢ τῶν ἑλλήνων; οὐδεὶς γὰρ τῶν ἐπουρανίων δυνάμεων βούλεταί τινος ἀγαθοῦ τὸν ὑμέτερον τυχεῖν λαόν, διά τὴν πολλὴν δηλονότι παρανομίαν, ἢ μόνος μιχαήλ ,ὃς τὴν ὑμετέραν ἐνεχειρίσθη κηδεμονίαν. τὸ δὲ πολεμῆσαι ἀντὶ τοῦ διαλεχθῆναι καὶ πεῖσαι τέθεικε, δεῖξαι βουλόμενος τήν τε ἐκείνου δικαίαν κατὰ τοῦ λαοῦ ἀγανάκτησιν καὶ τὴν αὑτοῦ περὶ τὸν λαὸν εὔνοιαν. εἰκὸς δὲ τὸν διαλεγόμενον εἶναι τὸν ἅγιον γαβριήλ· οὗτος γὰρ αὐτῷ καὶ ἤδη τὰς ἄλλας ἀποκαλύψεις ἡρμήνευσε.