Ancient Greek · ~1 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, πρόλογος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 12
Not analysed yet
ὅτε μὲν οὖν εἰς τὴν βαβυλῶνα ὁ θεσπέσιος οὗτος ἀπήχθη προφήτης, καὶ τίνος ἕνεκεν, καὶ ὅσων ἀγαθῶν γεγένηται πρόξενος, οὐ τοῖς ὁμοφύλοις μόνον, ἀλλὰ καὶ τοῖς βαρβάροις, συντόμως εἰρήκαμεν· τῆς δὲ προφητείας τὴν δύναμιν ἐκ τῆς κατὰ μέρος ἑρμηνείας ἀκριβέστερον θησόμεθα. . τὴν θείαν τοίνυν χάριν καλέσαντες συνεργὸν τῆς σαφηνείας ἀρξώμεθα.