Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 2-6
Not analysed yet
καὶ εἶδον φησὶν ἐν τῇ ὁράσει καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, καὶ ἤμην ἐν σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ αἰλάμ . τὰ σοῦσα μητρόπολις ἦν πάλαι περσῶν. ἐπειδὴ τοίνυν τὴν τῆς περσικῆς βασιλείας μανθάνει κατάλυσιν, ἀναγκαίως ἐν ἐκείνῃ τῇ πόλει δοκεῖ βλέπειν τὴν ἀποκάλυψιν. καὶ εἶδον φησὶν ἐν ὁράματι ἀντὶ τοῦ οὐκ ἐγρηγόρως, οὐδὲ μεθ’ ἡμέραν ταῦτα ἐθεασάμην, ἀλλ’ ὄναρ μοι ταῦτα ἔδειξεν ὁ τῶν ὅλων θεός. καὶ ἤμην φησὶν ἐπὶ τοῦ οὐβάλ. παρὰ τὴν πύλην φησὶν ἐδόκουν ἑστάναι· οὕτω γὰρ τοῦτό τινες τῶν ἑρμηνευτῶν τεθείκασι.