Ancient Greek · ~4 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, πρόλογος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 10
Not analysed yet
ἀλλ’ ὁ τῶν ὅλων θεός, ὁ ταῦτα παθεῖν ἰουδαίους διὰ τὴν πολλὴν αὐτῶν συγχωρήσας παρανομίαν, οὔτε κολάζων παντελῶς αὐτοὺς τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν, ἀλλὰ τοῖς μὲν ἐν τῇ ἰουδαίᾳ οἷόν τινας παιδονόμους ἐδεδώκει, τόν τε οὐρίαν τὸν σαμαίου ,καὶ ἱερεμίαν τὸν τοῦ χελκίου ,ἄνδρα ἱερωσύνῃ καὶ προφητείᾳ λάμποντα. τοῖς δὲ κατὰ τὴν πρώτην αἰχμαλωσίαν δορυαλώτοις ἀπαχθεῖσιν εἰς βαβυλῶνα, τοὺς περὶ τὸν μακάριον δανιὴλ συναπέστειλε, καὶ ἐζεκιὴλ καὶ ἀνανίαν καὶ ἀζαρίαν καὶ μισαήλ, ἵν’ ἔχοντες τῆς νομικῆς πολιτείας ἀκριβεῖς διδασκάλους, μὴ πολλὴν ἐκ τῆς τῶν βαρβάρων ἐπιμιξίας δέξωνται λώβην, ἀλλ’ ἔχωσιν ἀρχέτυπα τῆς προγονικῆς αὐτοὺς ἀρετῆς καὶ φιλοσοφίας καὶ ἀναμιμνήσκοντα. τοσαύτην ὁ τῶν ὅλων θεὸς τῶν ἁμαρτωλῶν ποιεῖται προμήθειαν, ὅτι τοὺς εὐνοικῶς αὐτῷ δουλεύοντας καὶ θεραπεύειν αὐτὸν διαπαντὸς προθυμουμένους, τῆς ἐκείνων ἕνεκεν ὠφελείας αἰχμαλώτους συνεχώρησεν ἀπαχθῆναι, καὶ δουλείαν χαλεπὴν ὑπομεῖναι, καὶ πολλοῖς κινδύνοις περιπεσεῖν, καὶ διὰ κυμάτων καὶ κλύδωνος ὁδεῦσαι τὸν βίον. οὕτω γὰρ καὶ διὰ ὠσηὲ τοῦ προφήτου φησίν, ὅτι ἀπέκτεινα δι’ ὑμᾶς τοὺς προφήτας ἐν ῥήματι στόματός μου .