Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, πρόλογος
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 11
Not analysed yet
οὕτω τὴν τῆς οἰκουμένης πραγματευόμενος σωτηρίαν, τοὺς ἁγίους συνεχώρησεν ἀποστόλους ἐκεῖνα παθεῖν τὰ ἀνάγραπτα πάθη. ταύτην τῶν ἰουδαίων ποιούμενος πρόνοιαν, καὶ τοὺς περὶ τὸν μακάριον δανιὴλ ᾠκονόμησε σὺν αὐτοῖς τὴν βαβυλῶνα καταλαβεῖν, ὃς νέος ὢν ἔτι καὶ τῇ ὥρᾳ λάμπων, σὺν τοῖς φιλοθέοις ἐκείνοις μειρακίοις ἐν τοῖς βασιλείοις ἀνατραφεὶς, καὶ παιδόθεν τὴν θείαν χάριν ἐσχηκὼς ἐπανθοῦσαν, σοφίας δὲ παντοδαπῆς καὶ συνέσεως ἔμπλεως γεγονὼς, πολλὴν μὲν ἐκτήσατο παρὰ τῷ κρατοῦντι τὴν παῤῥησίαν, τὸν δὲ τῆς εὐσεβείας κηρύξας λόγον, ὠφελείας κἀκείνωι γεγένηται πρόξενος· οὐκ ἐκείνῳ δὲ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπηκόοις· ἃ γὰρ ἔμαθεν ἐκεῖνος διὰ τῆς τούτου διδασκαλίας εἰς τοὺς ὑπηκόους παρέπεμψε νόμον τεθεικὼς τὸν διαῤῥήδην παρεγγυῶντα ἅπαντας τοὺς ἀρχομένους τὸν ὑπὸ τούτου πρεσβευόμενον καὶ προσκυνεῖν θεόν.