Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 10-2
Not analysed yet
καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ δανιήλ · φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν μή ποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ. οὐκ ἄλογον γοῦν τοῦ ἀρχιευνούχου τὸ δέος· ἄνθρωπος γὰρ ἦν πνευματικῆς χάριτος οὐ γεγευμένος ἀνθρωπίνως δὲ σκοπῶν τὰ ἀνθρώπινα καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας τρέφεσθαί τε καὶ ἀνθεῖν τὰ σώματα. διὸ δέδοικε μὴ τῶν μὲν πολυτελῶς τρεφομένων, τούτων δὲ ἀσκητικῶς βιοτευόντων, διαφορά τις ἐν τοῖς προσώποις φανῇ καὶ τιμωρίαν ἐσχάτην ὑπομείνῃ παρὰ τοῦ τἀναντία προστεταχότος βασιλέως. ἀλλ’ ἐπειδὴ τοῦτον εἶδε δειμαίνοντα ὁ μακάριος δανιὴλ, μεταφέρει πρὸς τὸν ἀμελάσαρ τὴν παράκλησιν, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος κηδεμόνα αὐτοῦ τε καὶ ἀνανία καὶ ἀζαρία καὶ μισαὴλ καί φησι