Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 9-2
Not analysed yet
καὶ ἔδωκεν ὁ θεὸς τὸν δανιὴλ εἰς ἔλεον καὶ οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου. ἀκολουθεῖ γὰρ ταῖς γνώμαις ἡθεῖα κηδεμονία καὶ ἅμα τὰ θεῖα προείλοντο καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυσαν. τοῦτο καὶ ἐπὶ τοῦ ἰωσὴφ γεγενημένον ἔστιν εὑρεῖν ἦν γὰρ, φησὶ, κύριος μετὰ ἰωσὴφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων, καὶ κατέχεεν αὐτῷ ἔλεον καὶ χάριν ἐναντίον τοῦ δεσμοφύλακος. διδασκόμεθα τοίνυνκἀντεῦθεν ὡς οὐδένα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀτημέλητόν πώποτε καταλέλοιπεν ὁ θεός. διὸ δὴ καὶ ἕτερος προφήτης βοᾷ ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν, τίς ἐνεπίστευσε τῷ κυρίῳ καὶ κατῃσχύνθη.