Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 13
Not analysed yet
πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγώμεθα καὶ ὕδωρ πιώμεθα καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως· καὶ καθὼς ἐὰν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου. οὐδὲν τῆς εἰς θεὸν πίστεως ἰσχυρότερον καὶ δὴ τοῦτο πολλαχόθεν μὲν καὶ ἄλλοθεν ἔστι μαθεῖν, οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν τοῦ θεσπεσίου δανιὴλ ῥημάτων. τὸ γὰρ πιστεῦσαί τε καὶ θαῤῥῆσαι, ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται, καὶ μὴ ἐσθίων τῶν ἐσθιόντων καὶτρυφώντων καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλιδῆς εὐπρεπέστερός τε καὶ περικαλλέστερος φανήσεται καὶ μείζων, ποῖαν εὐσεβείαςὑπερβολὴν καταλείπει; καλῶς δὲ καὶ τῷ πιθανῷ τὴν ἱκετείαν ἐκέρασε πείρασον γάρ, φησί, τοὺς παῖδάς σου ἡμέρας δέκα καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγώμεθα καὶ ὕδωρ πιώμεθα καὶ γενοῦ σὺ τῶν προσώπων κριτής κἂν εὕρης βλάβην τινὰ γενομένην τοῖς σώμασιν ἐκ τῆς τοιαύτης τροφῆς, τὸ μὲν δοκοῦν σοι κελεύσεις, ἡμεῖς δὲ οὐκ ἀντιλέξομεν. τοσαύτην εἶχε παιδόθεν ὁ θεῖος οὗτος ἀνὴρ, καὶ τῶν θείων νόμων φροντίδα, καὶ πίστιν περὶ τὸν νομοθέτην· καὶ ὁ μὲν ταῦτα ἔλεγεν ὁ δὲ τὴν ἱκετείαν ἐδέχετο.