Ancient Greek · ~5 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 10-4
Not analysed yet
ἡ βασίλισσα κατέναντι τῶν λόγων τοῦ βασιλέως, καὶ τῶν μεγιστάνων αὐτοῦ, εἰς τὸν οἶκον τοῦ πότου εἰσῆλθε. τουτέστι, βουλευομένων αὐτῶν τί πρακτέον, καὶ ἄλλων ἄλλα εἰσηγουμένων, ἃ τὸ δέος ἠνάγκαζεν, ἡ βασίλισσα εἰσελήλυθε. δοκεῖ δέ μοι αὐτὴ μήτηρ αὐτοῦ εἶναι· αἱ γὰρ παράκοιτοι σὺν ταῖς παλλακίσι τοῦ δείπνου μετεῖχον· ἔπινον γὰρ ἐν τοῖς σκεύεσι τοῖς χρυσοῖς καὶ ἀργυροῖς, αὐτὸς καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ παράκοιτοι αὐτοῦ, τουτέστιν αἱ γαμεταὶ αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ, αἱ οὐ κατὰ νόμον, ἀλλὰ δι’ ἀκολασίαν συνοῦσαι. αὐτὴ δὲ μετὰ τὸν θόρυβον εἰσελήλυθε, καὶ εἰκὸς ἦν ὡς γεγηρακυῖαν τῆς μέθης ἐκείνης καὶ τῶν κορδακισμῶν, ἤγουν ὀρχισμῶν, τηνικαῦτα μὴ μετέχειν. καὶ ἀπεκρίθη, φησίν, ἡ βασίλισσα καὶ εἶπε· βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. τοῦτο δὲ ὡς ἔοικε πρόσρησις ἦν τοῖς τότε βασιλεῦσιν ὑπὸ τῶν ἀρχομένων προσφερομένη. καὶ μέχρι δὲ νῦν τὸ ἔθος τοῦτο κεκράτηκεν· αἰωνίους γὰρ καλεῖν τινες τῶν ἀνοήτων καὶ τοὺς νῦν βασιλεῖς εἰώθασι, καὶ ἐν ταῖς συγγραφαῖς δὲ τῶν συμβολαίων τοῦτό τινες προσγράφουσιν, ἀμαθίᾳ μᾶλλον ἢ ἀσεβείᾳ δουλεύοντες. φησὶ τοίνυν ἡ βασίλισσα· μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω. εἶτα τὴν αἰτίαν ἐπάγει, δι’ ἣν ἐκβάλλει τὸ δέος.