Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 11-4
Not analysed yet
ἔστι, φησίν, ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν ᾧ πνεῦμα θεοῦ ἅγιον ἐν αὐτῷ, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ. ἔστι δὲ καὶ ἐντεῦθεν κατανοῆσαι, ὡς μήτηρ αὐτοῦ μᾶλλόν ἐστιν αὕτη· διὸ καὶ τὰ πάλαι γεγενημένα ὡς ἀγνοοῦντα διδάσκει, καὶ τὸν μακάριον δανιὴλ δῆλον αὐτῷ ποιεῖ, καὶ θείου πνεύματος ἀνάπλεων εἶναι ὁμολογεῖ, καὶ αὐτοῖς τοῖς τοῦ ναβουχοδονόσορ κέχρηται λόγοις. ταυτὰ γὰρ κἀκεῖνος ἔφη περὶ τοῦ δανιήλ προστέθεικε δὲ ὅτι καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ. γρηγόρησιν δὲ ἐκάλεσε τὴν τῆς ψυχῆς νῆψιν καὶ τῶν κεκρυμμένων τὴν κατανόησιν, καὶ τῶν τοὺς πολλοὺς λανθανόντων τὴν θεωρίαν. καὶ ὁ βασιλεὺς φησὶ ναβουχοδονόσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδῶν, μάγων, χαλδαίων, γαζαρηνῶν κατέστησεν αὐτόν. εἶτα καὶ τὴν αἰτίαν προστίθησιν,