Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 9-4
Not analysed yet
ὁ δὲ βασιλεὺς βαλτάσαρ ἐταράχθη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐπ’ αὐτῷ καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράττοντο. ἐντεῦθεν δῆλον, ὅτι τῆς τῶν ἄλλων ὠφελείας προμηθούμενος ὁ δεσπότης, οὐκ εὐθὺς τοῦ βασιλέως ἀφείλετο τὴν ζωήν· ἀλλὰ πρῶτον μὲν ὑπέδειξε τοῦ γράφοντος τοὺς δακτύλους. τούτῳ δὲ καταπλήξας καὶ δέος ἐντεθεικώς, παρεσκεύασε μὲν κληθῆναι τοὺς σοφοὺς τῶν χαλδαίων, ἐξήλεγξε δὲ αὐτῶν τὸ ψευδές τε καὶ ἀσθενές, ἐν χρείᾳ δὲ τῆς τοῦ δανιὴλ σοφίας κατέστησεν, ἵνα διὰ τῆς τούτου γλώττης, καὶ τοῦτον ἐλέγξῃ, καὶ τοὺς ἄλλους εὐεργετήσῃ, καὶ τούτων οὕτω γενομένων τηνικαῦτα τὴν τιμωρίαν ἐπαγάγει τῷ δυσσεβεῖ βασιλεῖ. ταραττομένου τοίνυν καὶ τοῦ βασιλέως καὶ τῶν δαιτυμόνων,