Ancient Greek · ~6 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 10-5
Not analysed yet
καὶ προσίασι τῷ βασιλεῖ οἱ τακτικοὶ καὶ οἱ σατράπαι, καὶ λέγουσιν αὐτῷ· δαρεῖε βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι. συνεβουλεύσαντο πάντες οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοί, καὶ τοπάρχαι, ὕπατοι, καὶ σατράπαι, τοῦ στῆσαι στάσει βασιλικῇ, καὶ ἐνισχῦσαι ὁρισμόν, ὅπως ὃς ἐὰν αἰτήσῃ αἴτημα παρὰ παντὸς θεοῦ, ἢ ἀνθρώπου, ἕως ἡμερῶν τριάκοντα, ἀλλ’ ἢ παρὰ σοῦ, βασιλεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον τῶν λεόντων. νῦν οὖν, βασιλεῦ, στῆσον τὸν ὁρισμὸν καὶ ἔκθες τὴν γραφήν ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα μήδων καὶ περσῶν, ὅπως ἂν μὴ παραλλαγῇ κατέναντι τούτου. τότε ὁ βασιλεὺς δαρεῖος ἐπέταξε τὴν γραφὴν καὶ τὸ δόγμα. οὐδὲν τοῦ φθόνου μιαρώτερον· οὗτος καὶ ἀσεβῆσαι τούτους ἠνάγκασε, καὶ δυσσεβὲς προθεῖναι πεποίηκε δόγμα, ἀπεῖργον τοὺς βουλομένους εὐχὰς προσφέρειν θεῷ. οὐ γὰρ μόνον σφᾶς αὐτοὺς τοῦτο ποιεῖν κωλύουσιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ὑπὸ τῆς βασιλείας ὄντας. καὶ ἵνα μὴ δῆλον γένηται τὸ κακούργημα, προστιθέασι τὸ μηδὲ παρὰ ἀνθρώπου αἰτῆσαί τι καὶ λαβεῖν ἐντὸς τῶν τριάκοντα ἡμερῶν· παρὰ μόνου δὲ τοῦ βασιλέως ἐν ἁπάσαις ταύταις ταῖς ἡμέραις ἐπαγγέλλειν τὴν χρείαν. καὶ οὐ συνεῖδον οἱ τὸ ὀπτικὸν τῆς διανοίας τῷ φθόνῳ παραδεδωκότες, ὡς οὐ πάντα δύναται παρασχεῖν τοῖς αἰτοῦσιν ὁ βασιλεύς· οὔτε γὰρ ὑγείαν, οὔτε ζωήν, οὔτε τὸ γενέσθαι παίδων πατέρας, οὔτε ὑετῶν ἀφθονίαν, οὔτ’ ἄλλα πάντα, ἃ τὸν θεὸν αἰτοῦντες λαμβάνομεν. ἀλλὰ τὸ φρονεῖν ἀπολέσαντες ἀνατιθέασι τῷ βασιλεῖ τὰ τῷ θεῷ προσήκοντα, πείθουσι δὲ καὶ τὸν ἀνόητον βασιλέα συμψηφίσασθαι καὶ κυρῶσαι τὰ δυσσεβῶς αἰτηθέντα. ἀλλ’ ὁ μακάριος δανιὴλ οὐδὲ βραχὺ τῶν δυσσεβῶν τούτων νόμων φροντίσας,