Ancient Greek · ~11 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 11-5
Not analysed yet
εὐθὺς εἰς τὸν οἶκον αὑτοῦ φησὶν εἰσῆλθεν τῶν θυρίδων ἀνεῳγμένων, ἐν τοῖς ὑπερώοις αὑτοῦ, κατέναντι ἱερουσαλὴμ καὶ τρεῖς καιροὺς τῆς ἡμέρας ἦν κάμπτων τὰ γόνατα αὑτοῦ καὶ προσευχόμενος καὶ ἐξομολογούμενος ἐναντίον τοῦ θεοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν. ὅρα δὲ πόσα κατὰ ταὐτὸν ὁ λόγος ᾐνίξατο, τοῦ μακαρίου δανιὴλ τὴν εὐσέβειαν καὶ τὴν ἀνδρείαν μηνύοντα. πρῶτον μὲν γὰρ δανιήλ φησιν ἡνίκα ἔγνω, ὅτι ἐνετάγη τὸ δόγμα, εἰσῆλθεν εἰς τὸν οἶκον αὑτοῦ, τουτέστι, μαθὼν τὸν τεθέντα νόμον, καὶ σφόδρα καταφρονῶν, ἄντικρυς ἐναντία δρῶν διετέλει· εἶτα καὶ ἕτερον τέθεικεν, ὃ σαφῶς αὐτοῦ τὴν ἀνδρείαν μηνύει· αἱ γὰρ θυρίδες, φησίν, ἀνεωγμέναι. οὐ γὰρ κρύβδην φησὶ τὰς εὐχὰς ἐποιεῖτο, ἀλλὰ προφανῶς, καὶ πάντων ὁρώντων, οὐ φιλοτιμούμενος, ἀλλὰ τῆς δυσσεβείας τοῦ νόμου καταφρονῶν. πρόσκειται δὲ καὶ ἕτερον, ταύτην αὐτοῦ τὴν ἀνδρείαν παραδηλοῦν· ἐν γὰρ τοῖς ὑπερώοις αὑτοῦ. οὐ γὰρ ἐν ἐπιπέδῳ, ἀλλ’ ὡς ἐν περιωπῇ τινι προσέφερε τῷ θεῷ τὰς εὐχὰς, κατάδηλος ὢν ἅπασι, τῷ τε ἐφ’ ὑψηλοῦ ἑστᾶναι, καὶ τῷ τὰς θυρίδας ἀναπεπταμένας ἔχειν. ηὔχετο δέ, φησί, κατέναντι ἱερουσαλήμ · τοῦτο δὲ οὐ μόνον τοὺς κατηγόρους παροξύνων ἐποίει, ἀλλὰ καὶ παλαιὸν νόμον πληρῶν. ὁ γὰρ σολομὼν τὸν νεὼν ἐκεῖνον δειμάμενος, καὶ τῶν ἐγκαινίων ἐπιτελῶν τὴν πανήγυριν, προσηύξατο μὲν τὴν θείαν χάριν ἐπικαλούμενος, καὶ ταύτης πλήρη γενέσθαι τὸν νεὼν ἱκετεύων. πρὸς δὲ ἑτέροις πλείστοις καὶ τοῦτο προστέθεικε· καὶ ἔσται, φησίν ἐὰν παραδῷς τὸν λαόν σου ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν, καὶ αἰχμαλωτεύσουσιν αὐτὸν οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγὺς καὶ ἐπιστρέψωσι καρδίας αὑτῶν ἐν τῇ γῇ οὗ μετηνέχθησαν ἐκεῖ, καὶ δεηθῶσί σου ἐν γῂ μετοικίας αὐτῶν, λέγοντες· ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν καὶ ἐπιστρέψαντες πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὑτῶν, ἐν τῇ γῇ τῶν ἐχθρῶν αὑτῶν οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ τῷ ὀνόματί σου, καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις αὐτῶν αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν, ἃ ἠθέτησάν σε, καὶ δῴης αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον τῶν αἰχμαλωτευσάντων αὐτούς. ταῦτα δὲ πεπαιδευμένος ὁ μακάριος δανιὴλ κατέναντι τῆς ἱερουσαλὴμ τετραμμένος τὴν προσευχὴν ἐποιεῖτο· οὐχ ἅπαξ δὲ τῆς ἡμέρας, ἀλλὰ καὶ τρὶς τοῦτο ποιῶν διετέλει. καὶ τὸ σχῆμα δὲ τὴν τῆς διανοίας δείκνυσι συντριβήν. κάμπτων γὰρ ἐπὶ τὰ γόνατα αὑτοῦ διετέλει, τὴν ἐξομολόγησιν προσέφερε τῷ θεῷ. τούτων οὕτω γινομένων οἱ τοῦ φθόνου δοχεῖα γενόμενοι γράφονται παρανομίας τὸν δανιήλ ,καὶ τὸν τεθέντα νόμον ἀναγινώσκουσι, τόν τε δανιὴλ εἰσαγγέλλουσι, καὶ τὴν παράβασιν ἐξελέγχουσιν. ὁ δὲ βασιλεὺς ἤλγησε μὲν τῆς γραφῆς ἀκούσας, συνήγορος δὲ ἀντὶ κριτοῦ γενόμενος, ἀθῶον δεικνύναι τὸν δανιὴλ ἐπειρᾶτο· τοῦτο γὰρ ᾐνίξατο ἡ συγγραφὴ λέγουσα·