Ancient Greek · ~3 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 11-7
Not analysed yet
ἕως ἄρχοντος τῆς δυνάμεως ἡδρύνθη. τῇ γὰρ λύττῃ καὶ τῇ μανίᾳ κατ’ αὐτοῦ τοῦ θεοῦ καὶ βασιλέως ταυτησὶ τῆς δυνάμεως, τουτέστι, τοῦ ἁγίου λαοῦ, ἐχρήσατο· καὶ ταῦτα ποιῶν, φησί, διετέλει, ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλωσίαν. ἀντὶ τοῦ μέχρις ἂν τῆς ἄνωθεν τύχωμεν ῥοπῆς, καὶ διὰ τοῦ ἐπιτεταγμένου ἀρχαγγέλου τὴν ἡμετέραν προστασίαν, τύχωμεν σωτηρίας. εἶτα σαφέστερον τὰ ὑπὸ τοῦ ἀντιόχου τολμηθησόμενα προδιδάσκεται. καὶ δι’ αὐτόν φησι θυσία ἐταράχθη παραπτώματι. οὐ συνεχώρει γάρ φησι τὰς κατὰ νόμον θυσίας προσφέρεσθαι, ἀλλὰ τῷ ἑλληνικῷ τρόπῳ ταύτας ἐπιτελεῖσθαι ἠνάγκαζεν. εἶτα ἐπάγει ὅτι καὶ ἐγενήθη καὶ κατευοδώθη αὐτῷ. τέως γὰρ οὐδὲν ἐμπόδισμα γέγονε κωλύον αὐτοῦ τὴν λύτταν.