Ancient Greek · ~2 min
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 10-7
Not analysed yet
καὶ εἰσελεύσεταί φησιν εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ. καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν. υἱοὺς δὲ αὐτοῦ καλεῖ τοὺς τὴν στρατηγείαν πεπιστευμένους ὡς υἱοὺς ἀνθρώπων τοὺς ἀνθρώπους καὶ υἱοὺς τῶν προφητῶν τοὺς προφήτας· ἰδίωμα γάρ ἐστι τῆς ἑβραίων διαλέκτου. καὶ εἰσελεύσεται ἐρχόμενος καὶ κατακλύζων · ἀντὶ τοῦ ῥύμῃ φερόμενος καὶ κατακλυσμοῦ δίκην ἅπαντα διαφθείρων. καὶ παρελεύσεται καὶ καθιεῖται καὶ συμπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ · ἀντὶ τοῦ παντὶ σθένει χρώμενος ὁρμήσει μὲν κατὰ τῆς αἰγύπτου, σπουδῇ δὲ στρατοπεδεύσει καὶ ἐν ἐκείνῃ τῇ χώρᾳ μεταθήσει τὸν πόλεμον. τούτοις ἐπάγει·