Ancient Greek
θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Danielem (Ms A) 12-9
Not analysed yet
καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ τοῦ βασιλέως τοῦ βορρᾶ καὶ στήσει ὄχλον πολὺν καὶ παραδοθήσεται ὄχλος ἐν χειρὶ αὐτοῦ. καὶ λήψονται ὄχλον καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ καὶ καταβαλεῖ μυριάδας καὶ οὐκ ἰσχύσει. τοῦ γὰρ βασιλέως τοῦ νότου ἀντιπαραταττομένου μετὰ πλήθους πολλοῦ περιγενήσεταί φησιν ὁ ἀντίοχος καὶ λήψεται τὸν ὄχλον ὑποχείριον καὶ ὡς νενικηκὼς ὑπερηφανίᾳ χρήσεται καὶ πολλὰς κατακοντίσει μυριάδας. ἀλλ’ ὅμως οὐ περιγενήσεται τῆς αἰγύπτου οὐδὲ κρατήσει τῆς τοῦ πτολεμαίου βασιλείας· οὗ χάριν δυσχεραίνων πάλιν φησίν·